ὅλως δὲ εἰ τοῦτο ὑπακουσόμεθα φόβῳ, τί τῶν ἀπάντων οὐ χαριούμεθα φόβῳ, ὥστε ἡμῖν εἶναι τὴν ἀσφάλειαν ἐν τῷ μηδὲν ἐκεῖνον αἰτῆσαι τῶν οὐ καλῶν; φέρε γάρ, εἴ με κελεύοι λελουμένον καὶ πεπωκότα χωρεῖν εἰς τὸ διδασκαλεῖον, πείσομαι; τί δαί, μισεῖν τινα τῶν φί- λων, πείσομαι; τί δαί, κύβους ἐν χεροῖν ἀντὶ βιβλίων ἔχειν, πείσομαι; καὶ μήν, εἰ τὸ νῦν ἀνεξόμεθα δι᾿ ἢν ἔχει δύναμιν, κἀκείνων ἕκαστον [δι᾿ ἢν ἕκαστον]. τοῦ γὰρ αὐτοῦ δέους ἐπόντος οὐκ ἔστιν οὐδὲν φυγεῖν. 43. Ἀλλὰ καὶ | πολλοί, φησίν, ἀποστερή- R III 246 σονται βοηθείας, ἢν μὴ εἰσιὼν παρ’ αὐτὸν βοη- θήσῃς. καὶ τί τὸ πεῖθόν ἐστιν, ὧς ἐγὼ τοῦτο ποιῶν λύσω τινὶ συμφοράν; τὰ πεπραγμένα μὲν γὰρ οὐ τοῦτο 6 Diomedes II. ι 48 sq. 2 αὐτῶν scripsi auctore Re τῶν libri edd 4 νεότητι Ρ sed ε in ras 1—2 litt m4 8 τοῦτο scripsi auctore Cobeto Coll. 263 τούτῳ libri edd | > φόβῳ coni Re 9 φόβῳ del Cobet at cf. ad p. 126, 8 ἡμῖν Mor sed γρ τὸ ἡμῖν in marg 11 οἶμαι I Bong qui εἴ με coni ut Cobetus Mnem. Ν. S. II 408, Re 12 τί — 14 πείσομαι om I Bong 12 et 13 δὲ C δέ Mor 13 χεροῖν Ρ sed οι in ras m 2 15 δι᾿ ἢν ἕκαστον om Re sed δι’ ἢν ἐκείνων ἕκαστον <ἐπιτάξει> scribendum coni cancellavi ut ex antecedentibus male repetita | ἕκαστος coni Mor 16 num ὑπόντος ? 17 φησι Ι 18 εἰ βοηθή- σεις I Bong 19 τί τὸ] τὸ τί C 20 μὲν om I Bong λέγει, τὸ δ’ ἀφανὲς ἐκ τοῦ φανεροῦ λαμβάνει κὰγ Ἰσοκράτην τὴν κρίσιν. εἰ μέν εἰσιν οἶ εὑ πὰρ αὐτοῦ δι’ ἐμὲ πεπονθότες, δεῖ πιστεύειν ἔσεσθαί τι παρα- πλήσιον· εἰ δ’ οὐδεὶς ἀγνοεῖ τά Μάλχου, εὔηθες αὑτοὺς ἐξαπατᾶν καὶ τοῖς οὐδέποτε ἐσομένοις δελεάζεσθαι. χωρὶς δὲ τούτων οὐδὲ σπάνιν ὀρῶ τῶν τοῖς δεησο- μένοις συμμάχων παραστησομένων. οἳ ἀντὶ τοῦ τὰς ἱκετείας ἀναμένειν αὐτοὶ θηρῶσιν, ὅπως τοὺς δεομέ- νους ἕλξουσι. καὶ εἰσὶ πολλοὶ πανταχοῦ τῆς πόλεως οὐδὲν αἰσχυνόμενοι τὸ μισθοῦ ταῦτα ποιεῖν. ὥστε τοῦτο μηδένα φοβείτω. τὸ γὰρ μυρίους ἄρξαι συχνοὺς ἐποίησε τοὺς δυναμένους ἀμύνειν. ἐκεῖνοι καὶ εὖ ποιήσουσι καὶ ἀντευπείσονται, φίλτατε Ἀντίοχε, οἱ τὸν ἄνθρωπον καταδεδούλωνται τοῖς περὶ τῶν πονηρῶν ἔργων ἐπαίνοις τοῖς ἐν τοῖς συμποσίοις. ὥσπερ γὰρ Αἰακῷ συναριστῶντες, ἀλλ’ οὐκ ἀγορᾶς περιτρίμματι, τὴν τῶν πραττομένων ὑπ’ αὐτοῦ φύσιν οὐκ ἐξετάζοντες πίστει χρῶνται τοῦ τὸ δίκαιον ἐν ἐκείνοις εἶναι τῷ τοῦ- R III 247 τὸν εἶναι τὸν ταῦτα πεποιηκότα. ἐν οὑν | φιάλαις ὢν τοιαῦτα ἐχούσαις ἄνθη ταχὺς δοῦναι χάριν γίγνεται. 2 [Isocr.] ad Dem. p. 9 c 11 cf. p. 8, 16; 32, 19 sq. 13 Plat. Gorg. p. 520 Ε 16 Dem. p. 269, 19; Ar. Nub. 447 1 τὸ—2 κρίσιν citat omissa δ’ particula Macar 2 τὴν inserui e Macar auctoribus Re Anim et Cobeto Coll. 263 4 ἄηθές αὐτούς Mor 5 οὐδἐποτ’ Re 9 ἕλξουσι Ρ sed ἕλ in ras m 4 ἕλξωσι C εἴξουσι Α sed γρ ἕλξουσι in marg f, I Bong ἄξωσι Mor | πολλοὶ om Mor | πανταχῆ I Bong πολ- λαχοῦ τῶν Mor 10 μισθοῦ rursus inc Par fol. 36 13 ἀν- τευπείσονται scripsi ἀντ’ εὑ πείσονται libri edd cf. Plat. l. 1. 18 τοῦ τὸ Α sed eras τοῦτο ΡΙ Mor Bong | τῷ τοῦτον εἷναι Re τὸν τὸ Mor qui τῷ coni) τοιοῦτον εἷναι Par Mor om reliqui libri Bong 20 ταχὺ Μοι | γίνεται Ι Bong Re | γίγνε- ται ἂν· ἴστω 9 Mor) Par Mor 45. Ἀνίστω δὴ καὶ ταῦτα ἀπάγγελλε. ποίοις πο- σὶν ὑποστρέψας; ἴσως ἐρεῖς. οἷς Αἴας, οἷς Ὀδυσ- σεύς. οὐ γάρ ἐκείνων τὸ μὴ πεῖσαι, τοῦ τοιαῦτα δέ ὑβρικότος ἣν, ἃ καὶ νῦν οἶμαι δόξειν. ἀλλ’ ἐγὼ πο- ρεύσομαι παρ’ αὐτὸν καὶ ὄψομαι καὶ συνέσομαι καὶ καθεδοῦμαι πλησίον καὶ τὰ τῶν φίλων διαλέξομαι εἰδὼς οἷα τοιούτοις ἔργοις ἀκολουθήσει ῥήματα; τί μὲν γὰρ ἐροῦσιν ἄνδρες; τί δὲ γυναῖκες; τί δὲ παῖδες; τί δὲ νεότης; τί δὲ γῆρας; οὗτος ὁ φιλοικτίρμων; οὗτος ὁ ἐλεήμων; οὗτος ὁ τοῖς χαλεποῖς ἐχθρός; οὗτος ὁ τοῖς ἠπίοις φίλος; τῷ δὲ ἡλίῳ ταῦτα ἀρέσειν νομίζομεν; τῇ δὲ ἡμέρᾳ; τῇ δὲ νυκτί; τοῖς δὲ ἐν ἑκατέρᾳ δαίμοσι; τῇ δὲ πάντα ὁρώσῃ Δίκη; εἶτα τὸ μὲν ζῆν ἐλευθέρως ἐπαινεῖ, τὰ δὲ τῶν ἑκόντων δουλευόντων ποιῶν οὐκ αἰσχύ- νεται; οὐ γὰρ δὴ μαχούμενος εἰσῆλθεν αὐτῷ καὶ ἐξελέγξων ὁπόσα ἠδίκηκεν, ἀλλ’ ἔστιν ἅπαν τοῦτο πτήξαντος καὶ δείσαντος καὶ | κολα- R III 248 κεύειν εἰδότος. ταῦτα, ὦ φίλε Ἀντίοχε, περὶ τοῦ σοῦ φίλου βούλει λέγεσθαι; ταῦτα ἐλθεῖν ἐπ’ ἐμὲ τά βέλη; καὶ τίνας οἴει πρὸς ἐμὲ τοὺς ἄλλους ἄρχον- τας ἔσεσθαι βλέπειν ἔχοντας εἰς τὰ τοιαῦτα παρα- 2 II. ι 626 3 II. ι 645 | Agamemnonis II. ι 315 2 οἴοις bis Re at cf. t. II 69, 12; 105, 21; 500, 5 8 με coni Re 10 οὕτος ὁ ἐλεήμων om Mor 11 ἠπίοις ΑΡΙ Bong cf. p. 40, 19 | Ἡλίῳ Bong 12 τῇ δὲ ἡμέρᾳ om Re 13 δ᾿ Re 15 ἑκόντως Mor sed γρ ἑκόντων in marg 16 μα- χόμενος Par Mor | εἰσῆλθον Mor 17 ἠδίκησεν C 18 δεί- σαντος καὶ πτήξαντος I Bong 19 εἰπόντος C 20 βούλει om I Bong Ι ταῦτ’ Re 21 τίνας Par sed ς abreptum τινὰς Mor | οἴει Ρ sed ε in ras m 4, abreptum Par οἷς Mor qui οἵους coni 22 τὰ om CAPI Bong Re δείγματα; οὐ τοιαῦτα πρὸς αὐτοὺς ἐρεῖν; ἀνὴρ οὗτος ἀτιμαζόμενος μὲν οἶδεν οὐκ ὢν ὁπόσος ὁ ἄρχων, τιμώμενος δὲ συρίττει. 47. Ἀναπηδήσας γάρ; φησίν, εἰ φανείης, φι- λήσει τὴν <σὴν> κεφαλήν. πάνυ γε. καὶ γάρ ἄλλας μυρίας. καὶ κομιδῆ τινας ὀλίγους οἶδα τοὺς οὐ τοῦτο λαβόντας. φίλος μὲν γάρ ἐστιν οὐδενὶ οὐδὲ βούλοιτ’ ἂν εὖ πρᾶξαί τινα ἀνθρώπων, τοῖς δὲ χείλεσιν ἐξαπατᾷ καὶ βούλοιτ’ ἂν ἕκαστον νομίζειν αὑτὸν παρ’ αὐτῷ προκεκρίσθαι τῶν ἄλλων. ἐπειδὴ γάρ οἶδε τοῖς πράγ- μασιν αὐτοῖς οὐ κτησόμενος ἐπαινέτας, ταύτην εὕρηκε τὴν τέχνην, ὡς εἰς ἀτιμίας τάξιν ἥκειν αὐτοῦ τὰς τιμάς. 48. Ἀλλὰ μισοπόνηρός εἰμι, φησί, καὶ τὴν φύσιν ἴδει κἀνταῦθα κρατεῖν καὶ λόγους ἤκουον ὑπὲρ Μάλχου βοηθεῖν βουλομένους. ἀλλ’ οὐ R III 249 ταῦτά φησι | Μαρέας οὐδ’ ὁ τούτῳ παρεδρεύων, δι’ οὓς πάντα ἀργυρίου, πάντα ἐν πράσει. καὶ πολὺς ὁ νιφετὸς τῶν λημμάτων διδόντος μὲν τοῦ διώκοντος, διδόντος δὲ τοῦ φεύγοντος, τὰ μὲν ἀλλήλων οὐκ εἰδό- τῶν, ὄντων δὲ ἐπὶ τῆς αὐτῆς ἐλπίδος. ἰνὶ δὲ οὐδὲ τοῖς ἡττημένοις ὃ προήκαντο κομίσασθαι ὅρκοις τισὶ προδιῳκημένου τοῦ πράγματος. προῖκα δὲ οὐδέν, οὐ ψῆφος, οὐκ εἴσοδος, οὐκ ὄνομα, οὐ συλλαβή τις, οὐ 1 αὐτούς CIPar Mor Bong 2 οἶδεν Par sed δεν ab- reptum οἶος Mor | ὁ om Par Mor 4 φιλήσει scripsi aucto- ribus Re Anim et Cobeto Mnem. Ν. S. II 408 τιμήσει libri edd „nullus dubito leg. esse φιλήματι τιμήσει“ Re ed 5 σὴν inserui auctore Re | πάνυ — μυρίας] πάντας γάρ ἄλλους μυρίους Par Mor | καὶ om Α sed inser f, Ρ sed inser m 4 in textu et in marg 6 κομιδῆι Α 7 βούλοιτ’ ἂν scripsi βούλοιτο libri edd 8 πράξαι ΑΡ sed in hoc in corr, Ι Par Mor Re 9 αὑτὸν Re αὐτὸν libri Mor Bong 12 αὐτῶ̣ CAPI Bong Re 20 δ’ (1) Re 23 τις delendum? γράμμα. καὶ ταῦτα οὕτω πωλεῖται φανερῶς οὐδένα ὀφθαλμὸν οὐδὲ οὑς φοβούμενα, ὥστ᾿ εἷναι δόξαν μαν- τείαις αὐτοὺς πεπιστευκότας μηδὲν ὀκνεῖν. ὧς γοῦν οὐ δώσοντες δίκην ἅπαντα θερίζουσι πάντων Σύρων βοώντων, ὡς ὅσοις ἀπὸ τουτωνὶ τῶν θρόνων γεγέ- νηνται πλοῦτοι, πάντες εἰσὶ πρός γε τοῦτον πένητες. εἰκότως ἄρα καὶ οἳ] τοὺς ἐν μείζοσι σχήμασιν ἄρχον- τας ὠνοῦνται καὶ παρ’ ὧν ἔθνησκον ἄν, εἴ τι τῶν δικαίων ἐγίγνετο, τούτους ὑφ’ ἑαυτοῖς ἔχουσι. μέχρι μὲν οὖν ἀπῆν οὗτος, ἅτερος ἤσθιεν, ἥκοντος δὲ ἄμφω. ἢ τί ποτ’ ἂν ἕτερον τὰς βροντὰς ἐκείνας ἔπαυσε καὶ τὰς ἀστραπάς; οὐδέν. ἀλλ᾿ ἔστι τῷ Μαρέᾳ τούτῳ κηδεστὴς πάσης Μηδείας δυνατώτερος. καὶ τὸ μὲν ἔργον τούτου, τἀληθὲς δὲ | ἀφανίζοντες Βίκτορα R III 250 δὴ τὸν διαλλακτὴν ἐποίησαν ἐν πολλοῖς τοῖς ὁρῶσιν. ὁ δὲ τὸν οὐδὲ ἔτι δεδεμένον ἔλυεν, ὁ δὲ μισοπόνηρος ἔπεμπε Μαρέαν πάλιν τὰ αὐτὰ ἀμήσοντα καὶ τά αὐτὰ τρυγήσοντα καὶ τὰ αὐτὰ κεροῦντα, ἔπεμπε πάλιν ἐπὶ τὰς αὐτὰς πηγὰς καὶ τοὺς αὐτοὺς κρουνούς, καὶ] χρυ- σὸν καὶ ἄργυρον. ἃ κατὰ μικρὸν ἀγείρων εἰς μέγεθος ἤγαγεν. οἶδε γὰρ ὁ πέμπων αὐτὸν ἐφ’ ὁμοίαν βοράν, ὧς ἀμφοῖν ἡ θοίνη, τοῦ τε ἀπεσταλμένου τοῦ τε ἀπε- σταλκότος.