αὐτὴν τοίνυν τὴν ἔχουσαν τὰς εἰσόδους ἡμέραν οὐκ ἔχειν καὶ μικρὸν ὑστερήσαντας ἐκέλευσεν, ἀλλ’ ὁ τοῦ πλείονος ἀποσχισθεὶς ἀπεκέκλειτο. δεομένοις δὲ τοι- ούτοις καὶ τοσούτοις ὑπὲρ ἀνθρώπων ἀθλίων μέχρι μὲν ῥήματος διδοὺς τὴν χάριν, ἔργῳ δὲ πᾶν τοὐναν- τίον ποιῶν, πότερ’ ὕβριζεν ἢ οὔ; καὶ πάνυ γε φαίην ἂν προσόντος τοῦ καὶ καταγελᾶσθαι παρ’ αὐτοῦ τοὺς οὐκ ἀπιστήσαντας.