τὰ δὲ τῶν ἔμπροσθεν οὐ τοιαῦτα, ἀλλ’ | ὁμοθυμαδὸν ἐπὶ τὰς πράξεις ᾔεσαν R III 225 καὶ ὁ τι φαίνοιτο συμφέρειν, ταῖς ἁπάντων ψήφοις κύριον ἣν ὅ τε παροινῶν ἄρχων εἰς ὁντινοῦν εἰς ὅλην ἐδόκει τοῦτο ποιεῖν, καὶ τὸ κοινὸν σχῆμα πλέον εἶχε τῶν πρὸς ἀλλήλους ἐγκλημάτων εἰπόντες τέ τι δράσειν ἔδρων μὴ ποιήσειν τε οὐκ ἐποίουν.