ἔστι δὲ οὐκ αἰσχρὸν ἡμῖν αἰτῆσαι ταύ- την παρὰ βασιλέως τὴν χάριν ἀφ᾿ ἧς εἶναι δόξομεν αὐτῷ βελτίους ἐν τῷ ψηφίσματι τοὺς τρόπους ὁρῶντι τῆς πόλεως. μὴ γὰρ οἰέσθω μηδεὶς ξίφει ταῦτά ποτε στήσεσθαι καὶ θανάτοις, οὐδέ γάρ τὰ νῦν ἐπέπρακτο ἂν ἕνεκά γε θανάτων, εἴπερ ἣν τι τοσοῦτον ἐν τοῖς θανάτοις.