ἡ δέ κρίσις· οἷς μέν ἐστιν οἶκος καὶ γυνὴ καὶ τέκνα καὶ τέχνη, τούτοις μὲν μεταδιδόναι τῆς πόλεως ἄξιον ὡς ἐν τούτοις αὐτῶν τῆς εὐταξίας δηλουμένης, οἷς δ᾿ ἀντὶ τούτων ἁπάντων τὰ παρὰ τῶν ὀρχουμένων, ζητεῖν κελεύειν ἑτέραν αὑτοῖς πόλιν ἐπ᾿ ὤμων τούς ὀρχηστὰς φέροντας.