καὶ ταύτης τῆς μανίας τιμὴν ὁ μέν ἔδωκεν, οἶ δὲ ἔλαβον. καὶ τούτων ἑτοιμασθέντων αὐτῷ καλ- λωπισάμενος ἱματίοις ὁ θεοῖς ἐχθρὸς προελθών, ὧς δὴ λουσόμενος, εἰς μέσους αὐτοὺς ἐμπεσὼν ἐσπέρας τῷ λουτρῷ χαίρειν εἰπὼν ἀναστρέψας οἴκαδε ἐβάδιζε παραπεμπόμενος ὑπὸ τοσαύτης ἀσελγείας. καὶ οἱ μέν ἠσέλγαινον, ὁ δὲ ἐβρενθύετο ὥσπερ ἐν τοῖς ἐκείνων ἢ αὐτοῦ βελτίονος ἀντὶ χείρονος ἢ χειρόνων ἐκείνων ἀντὶ κρειττόνων ἐσομένων. καὶ ὅπως διά πάσης γε ὑπερβολῆς ἔλθοι τὰ τῆς ὕβρεως καὶ παραλειφθείη μηδὲν μηδὲ σιωπηθείη, σκότῳ ποιεῖ πλείω τὴν παρρη- σίαν ἀφελὼν τὴν λαμπάδα. οἶ δ’ οὔτε πυρὸς οὔτε σελήνης ἐλεγχούσης ἐκώμαζον.