τῆς ἐσθῆτος δέ ἕτερα μηνυούσης καὶ τῶν πρὸ τοῦ ζεύγους οὐκ ἂν φαίην, ὧς κατηρώμεθα τοῖς κήρυξιν, ἀλλ’ ὡς ᾔδειμεν χάριν μᾶλλον ὄψιν ἡδίστην θεώμενοι, Λουκιανὸν ἀσθενῆ καὶ ζητοῦντα τὴν ἀρχήν, οὐκ ἔχοντα, ἃ χρῆν οὐκ αὐτὸν ἐνθυμούμενον, κλέψαι τῇ νυκτὶ τὴν εἴσοδον, | R III 212 ἐπεὶ μὴ πρίασθαί γε ἐξῆν ποθεν τὸν Γύγου δα- κτύλιον ἢ μισθωσάμενον γοητείαν ὑπὸ τοῖς ἐκείνης μαγγανεύμασι δραμεῖν.