καὶ μὴν εἰ μὲν ἐκέκτητο, τῶν ἡμετέρων λόγων | οὐκ ἐδίψη κατὰ R III 171 τὸν αὑτοῦ λόγον, εἰ δ’ οὐκ ἣν κεκτημένος, οὐκ ἐπε- θύμει. πῶς γὰρ οὐκ ἂν εἶχε βουλόμενος; τί οὖν ἔδει 7 cf. p. 91,21. Sievers p. 160 9 cf. t. III 309,12 sq. 15 cf. t. Ι 200,8 1 λύσαι Ι cf. t. III 380,17 2 ἔλησε 1 3 ὁ om Par Mor 8 αὐτόν Ι sed ex αὐτὸς (vel αὐτοῦ) corr αὐτῷ Par Mor αὐτὸν Re 10 μοι Par Mor | δίψην Α δίψαν Ρ sed α in ras m 4 11 οὐδέ πώποτε CAP sed in hoc eras, Ι οὐδέποτε Par Mor 12 τι (2) om Par Mor 13 ὃν] ὄντι Par ὃν ᾤετό τι Mor | ποτέ δέ μεταπέμψεσθαι cancellavit Re | μεταπέμψασθαι Par Mor 14 ποτέ δὲ πέμψειν fortasse cancellanda 18 ἐκέκτητο, τῶν scripsi ex Ι ἐκέκτητο τῶν reliqui libri edd | ἐδίψα Ι sed α ex η corr m 3, Par Mor 19 τῶν et λόγων Par Mor | αὐτοῦ CIPar edd | δὲ Par Mor παίζειν καὶ προσποιούμενον ἐρᾶν ὧν κατεφρόνει γεν- ναῖον ὑβρίζειν ἄνθρωπον ἀπειλῇ, θεοὺς φοβούμενον, φίλους αἰσχυνόμενον, δίκαιον, σώφρονα, κρατοῦντα μὲν γλώττης, κρατοῦντα δέ ἡδονῶν, τοὺς μέν κόλακας ἐλεοῦντα τοσοῦτον ἀπέχοντα κολακείας, τούς δ’ ἐν τῷ λοιδορεῖν ζῶντας ἀμυνόμενον σιωπῇ; ᾔτεις διφθέ- ραν, οὐχ ὡς ἐκγραψάμενος ἔχης τὰ ’κεῖθεν, ἀλλ’ ὅπως R III 172 αὐτὴν ἐκείνην. τουτὶ δὲ οὐκ ἐραστοῦ | μηδὲ στατῆρι τά παιδικὰ τιμᾶν. τί οὑν ἠδίκει μὴ διδοὺς τῷ μὴ ἀποδώσοντι; κτήσασθαι δὲ οὕτω βούλεσθαι καὶ τὰ οὐ πολλοῦ λόγου παντὸς ἂν εἴη. 69. Σὺ δὲ ὅστις εἰς ἐμέ, δεδήλωται μέν οἷς ἔφην, εἰ καὶ πολλὰ παραλέλειπται, σαφὲς δὲ ἔσται καὶ τῷδε. τοῖς γὰρ ἐν τῷ διαφθεῖραι τὰ πρὸς τὸν διδάσκαλον δίκαια κακοῖς ἐξελεγχθεῖσι συζῇς, σύνει, συνδιατρίβεις, ὁμιλεῖς, συνδειπνεῖς, συμπίνεις, συναριστᾷς, κἂν αὐτοῦ βουληθῶσι καθεύδειν, ἐξουσία πολλὴ καὶ τὸ κωλῦον οὐδέν. οἱ δὲ ἐν ἑκάστῳ τούτων λόγοι κατὰ τῶν ἐμῶν τρόπων, ἔχοντες μὲν ὑγιὲς οὐδέν, πολλὴν δὲ ἡδονὴν R III 173 ἀμφοτέροις, τοῖς τε ψευδομένοις τῷ | τε ἀκούοντι.