ἐβούλετο μὲν | γὰρ ἀπελθεῖν με ὧς ἂν οὐχ R III 162 ἡδέως ὁρῶν, φυγὼν δὲ τὸ διαρρήδην εἰπεῖν, ὧς ἀπ- ελθὼν χαριοῦμαι, τὴν ὁδὸν προστησάμενος καὶ τὸ αὐτίκα ἅψασθαι τοῦ πράγματος ἐμὲ μὲν ἤπειξε καλέσαι χεῖρας αἵ με διεξοίσουσι, καὶ ἣν ἔξω τῶν πυλῶν τιμᾶν αὐτὸν ἀξιῶν οἷς ἐν τῷ τοιούτῳ νόμος. ὁ δὲ ἠρίστα μένων καὶ πιὼν ἐκάθευδεν. ἐγὼ δ’ ἔκαμνον, ὁ δ’ Ἥλιος οὐ πόρρω τῶν Ὠκεανοῦ ῥευμάτων. ἀπειπὼν οὖν ἐπ᾿ ἀπειποῦσι τοῖς οἰκέταις ἔστενον, πρίν γε δή τις ἐλεήσας τὸ γιγνόμενον εἶπε τό | τε ἄριστον R III 163 καὶ τὸν ὕπνον. οὕτω δὴ ἀπηλλαττόμην οὐ σφόδρα ὑγιαίνων. 55. Ἀλλ᾿ ἐν τοῖς περὶ Δίφιλον τὸν Δαναοῦ τοῦ γραμματιστοῦ τοῦ νέους πολλοὺς πεπαιδευκότος, πράτ- των δὲ οὕτος ταὐτὸ τῷ πατρὶ νικᾷ τὸν πατέρα τῷ καὶ ποιητὴς ἀγαθὸς εἷναι, τούτοις οὑν τετίμημαι; ἀλλ’ ὧς μὲν αὐτὸν ἀνέστησε τῆς Παλαιστίνης οὐδὲν δεό- μενον ὑποσχόμενος θέατρά τε καὶ τὸν ἀπ᾿ αὐτῶν χρυ- σὸν καὶ ὧς εἰς Κιλικίαν ἀγαγὼν μετ᾿ οὐδεμιᾶς τῆς παρ’ ἑαυτοῦ βοηθείας σιγήσαντα ἐπανήγαγεν | ἀριθμή- " R III 164 σαντα τἀς πόλεις καὶ τῇ καθ’ ἡμέραν δαπάνῃ κάμνοντα, ταυτὶ μὲν ἐάσω. ἀλλ’ εἰσελθών ποτε ὡς αὐτὸν ἐσπέρας καὶ περὶ τῆς ἀθυμίας τοῦ ποιητοῦ διελθὼν καὶ ὧς ἡγοῖτο ἀδικεῖσθαι μηδέτερον ἀκούων, μήτ᾿ εἰ 8 ΙΙ. σ 240 13 cf. ep. 888 20 cf. t. II 458,1 1 μὲν om Par Mor | ἐμέ Re 7 πιὼν scripsi auctore Re coll. t. III 223, 10 R πίνων libri edd | δὲ Par edd | δὲ Re 8 ἠλίθιος Mor sed γρ ἥλιος in marg 9 έν Mor 10 εἶ- πεν A 15 ταὐτῶ C 19 ἡλικίαν Par Mor 20 αὐτῶν Par Mor 21 καθημέραν Par Mor 22 αὐτὸυ Ρ sed in ras m4 24 ἡγεῖτο Par Mor | μηδ’ ἕτερον Par Mor μένειν μήτ’ εἰ ἀπιέναι χρή, πρὸς τοίνυν ταῦτα ἀπο- λογίας ἀπορῶν, ἠδίκει γάρ σαφῶς, ἀλλ’ ἐγώ, φησί, R III 165 μέρος αὐτὸν ποιήσω τῆς ἑορτῆς | καὶ λήψε- ται τὸν Μουσηγέτην ἀκροατὴν ἐν Δάφνη. λυπηρὸν μέν οὖν καὶ τοῦτο τῷ Διφίλῳ ἀντὶ τοῦ ἄστεος τὸ προάστειον ἔχειν, ὅμως δέ ἐπείθετό μοι φέρειν καὶ προσεδόκα κλήσεις δι’ ἐπιστολῆς εἰς Δάφ- νην μετὰ τὴν Σελεύκειαν. ὁ δὲ καταγελάσας μὲν Διφίλου, καταγελάσας δέ ἐμοῦ παρεῖχεν αὑτὸν ἑτέροις ἔπεσιν ἃ πρόσθεν ἐπεφεύγει. Δίφιλος δὲ ἣν οὐδαμοῦ οὐδ’ ἐγώ. δεινὸν γὰρ ἐνόμιζεν, εἰ πρὸς τὴν Παλαι- στίνην ὑπάρξει Διφίλῳ λέγειν εἶναί μοί τινα δύναμιν οἵαν φίλον ὠφελεῖν. ἐκεῖνος μὲν οὖν ἀπῆλθεν εἰπὼν οὐκ ἀμελήσειν τῆς δίκης ἢν οἶδεν ὀφειλομένην αὑτῷ, ἐμοὶ δ’ ἀρκεῖ τὸ δεῖξαι πᾶσιν ἀνθρώποις, ὡς κἀν τούτοις ἠτιμαζόμην. τὰ δ’ ἐπὶ τούτοις οὐ παρ’ | R III 166 ἐμοῦ δεῖ τινα μαθεῖν, ἀγνοεῖ γὰρ οὐδείς. πῶς γὰρ τά γε ἐν μέσῳ δεδειγμένα καὶ βεβοημένα; ὧν ὑβριστικώτερα τὰ οἴκοι πλείονος ἐκεῖ τῆς ἐξουσίας οὔσης. ἃ σιωπᾶν ἐμοὶ κάλλιον. 59. Ἀλλ’ ὅμως φιλεῖν με καὶ φησὶ καὶ ὄμνυσι καὶ μηδενὸς ταύτῃ λείπεσθαι καὶ μηδὲ τῶν ἄγαν δοκούν- των φιλεῖν. εἰ δὲ τοιοῦτός ἐστι φιλῶν, ποῖόν τι χρὴ 10 cf. Dem. p. 328,24; 376,22. Plat. Phaed. p. 72 C 1 εἰ om Par Mor 5 τούτω Par Mor 6 δ’ Re 7 ἐπιστολῶν Par Mor 9 δ’ Re | αὐτὸν IPar 12 δύναμιν Ι sed ύν in ras m 3 14 οἶδεν reposui e CAPI εἶδεν Par edd | αὐτῶ scripsi αὐτῷ libri edd 18 γ᾿ Re 21 φιλεῖν — ἀλλ᾿ ὅμως p. 97,7 om C | φησὶ e φήσει corr IP 5 et Mor sed in hoc γρ φήσει in marg φήσει APar cf. p. 97,7 μή δὲ APPar 23 φίλων Par Mor νομίζειν αὐτοῦ τὸ μῖσος εἷναι; ἐγὼ δὲ οἶδα τοὺς φίλους αὔξοντας <τὰ τῶν φίλων, ἀλλ᾿> φίλων, ἀλλ’〉 οὐ καθαιροῦντας καὶ μεγάλα ποιεῖν πειρωμένους ἐκ μικρῶν, ἀλλ’ οὐκ ἐκ μεγάλων μικρά, τῷ δὲ οὐδὲν παρεῖται τῶν εἰς τοῦτο φερόντων. καὶ οὐκ ἠδυνήθη μὲν διὰ τοὺς θεοὺς ὁπό- σον ἐβούλετο, δῆλος δὲ ἐγένετο πλέον βουλόμενος ἡ ὅσον ἐδυνήθη. ἀλλ’ ὅμως | φησὶν ὑπὲρ ἅπαν- R III 167 τάς με φιλεῖν καὶ τῇ γνώμη παριέναι τὴν φύσιν καὶ προσόμνυσι, πρᾶγμα ποιῶν ἀρχαῖον, ἐπιορκῶν, ὧς δὴ πλεῖστον τῆς γῆς τῶν θεῶν ἀπεχόντων καὶ οὐδὲν ἐν αὐτῇ τῶν πραττομένων ἢ λεγομένων εἰδότων. ὅτι δὲ οὐτῶ ταῦτ᾿ ἔχει, μάθοι τις ἂν ἐκεῖθεν.