τοιαῦτα τοῖς ἐμοῖς ὀφθαλμοῖς τε καὶ ὠσὶν ἐχαρίζετο καὶ ὡς ἐξεφερόμην, ῥήματα ἠφίει κατ’ ἐμοῦ πολλὴν ἔχοντα βλασφημίαν ἁμιλλω- μένην πρὸς τὴν πρὶν εἰσελθεῖν με γεγενημένην. ὑπὲρ ὧν ἀμφοτέρων ὕστερον ἐπυθόμην τῶν συνήθων τινὸς καὶ μηνύσαντος καὶ παραινέσαντος μήτε θαμίζειν ὡς αὐτὸν μήτ’ ἀξιοῦν τινος τυγχάνειν. 45. Τὰ τοίνυν Ἰουλιανόν, οὐ διατετέλεκα κηδό- μένος, καθελόντα πῶς οὐχὶ καὶ τἀμὰ καθῄρει τῷ μηδὲν ὠφελεῖν δύνασθαι; τὸ μὲν γὰρ βούλεσθαι πᾶσιν ἣν δήπου δῆλον. τὸν οὖν ἄνθρωπον τοῦτον τὸν τὴν μικρὰν οὐσίαν ἢν εἶχεν ἀνηλωκότα περὶ τοὺς τῶν R III 155 ἀρμάτων | δρόμους, καταστάντα πραγμάτων ἐπι- μελητὴν ὐπ’ ἀρχῆς οὐκ ἀφανοῦς, ὧν τὰ μὲν ἐν τῇ πόλει, τὰ δὲ ἐπιόντα τοὺς ἀγροὺς ἔδει θεραπεύειν, τοῦτον τοίνυν αὐτὸς ἀπήλασεν οὔτε κατηγόρων γρα- ψαμένων οὔτε πραγμάτων ἀντὶ τῆς ἐκείνων φωνῆς 14 cf. p. 81,4 8 1 γενὀενον e γεγενημένον corr Α γενόμενον οὐκ ἂν aut οὐκ ἂν γενόμενον coni Re num <γενόμενον οὐδ᾿ ἂν> ὑπὸ γε- νὀμενον? 6 πηδῶσι C 9 ἀφίει Par Mor 11 ἐπειθόμην C 14 οὐ τετέλεκα Par Mor 16 γάρ οὖν Par Mor 18 τῶν om Par Mor 20 ὧν scripsi cum Re Anim e Ρ sed ὧ ex ὃ corr, Ι ὃν CA ὄντα Par ὄντα, τά Mor sed γρ ὄντα in marg | τα P 22 αὐτὸς scripsi auctore Re αὐτὸν libri edd 23 οὔτε bis P sed alterum m 2 τῶν ante πραγμάτων inser I γεγενημένων, ἀλλ’ ὅτι πάλαι κακῶς ὑπὸ τοῦδε πάσχων ἐκεῖνος οὐκ ἐσιώπησε. καὶ οὐκ ἐνεθυμήθη πρὸς αὐ- τόν, ὅτι τοιαῦτα οὐκ οἴσω ῥᾳδίως οὐδ’ ὅτι πολλάκις εἴποιμι πρὸς αὐτόν, ὅτι βουλοίμην ἂν εὖ πράττειν τὸν ἄνθρωπον. 46. Ἆρ’ οὖν καὶ τούτοις τετίμημαι; ἢ καὶ τοῖς περὶ τὸν παῖδα τὸν Βύζου; ὂν ὕβρισε μέν τις ὑπ’ ὀργῆς, νήψας δ᾿ αὑτὸν κατεμέμφετο καὶ τῷ δεδομένῳ παρὰ τῶν νόμων χρώμενος | ἐπ’ ἀμυθήτοις γε τοῖς R III 156 κεκριμένοις ἐδεῖτο τῆς αἰτίας ἀφίστασθαι καὶ μηδένα εἶναι τὸν ἀναγκάζοντα διώκειν. ὁ δέ, ἀλλὰ δίς, ἔφασκε, διώκειν, κἂν εἰ μὴ βούλοιο, βουλόμενος λαβεῖν ὑπὸ χεῖρα τὸν νέον. ἐνταῦθα τί μὲν οὐκ εἶπον; τί δέ τῶν εἰς δεήσεις φερόντων παρέλιπον, οὐκ ἀδικοῦντα ῥυόμενος, ἀλλ’ ὅπως μὴ πάθοι τι κακὸν ἀδίκως; ὁ δ’ ἔμενε πολεμῶν τε τῷ νόμῳ καὶ τὴν ἐπι- θυμίαν τὴν αὐτοῦ πρὸ τῆς ἐκείνου φιλανθρωπίας ποιούμενος. 47. Καλή γε ἡ τιμὴ καὶ πρὸς ταύτῃ γε ἐκείνη. ἠξίουν μὲν αὐτὸν ἐλευθερῶσαι τῆς σιτηγίας | τοῦ R III 157 θεοῖς ἐοικότος τε καὶ ὁμιλοῦντος τοῦ φιλοσόφου τὴν ναῦν καὶ δοῦναί οἱ δι᾿ ἐμοῦ τὴν χάριν οὐδὲν αὐτοῦ 20 cf. Dem. 1286, 17 21 cf. p. 36, 13 | Thalassii cf. p. 99,8; t. III 289,11; 816,5 2 αὐτὸν Par Mor 8 ταῦτα Par Mor | ἐποίσω C 6 τε- τίμηται‚ εἰ Par Mor 7 Βύζου scripsi Βίζου libri edd | ὕβριζε Mor | μέν om Par Mor 8 δέ Par edd | αὐτὸν αὑτὸν e CAPI αὐτὸν Par edd 9 τὸν νόμον Ι 12 εἰ κἂν Par Mor | βούλοιτο coni Re 15 πάθοι τι] πάθοιτο Par Mor 16 ὃ δ᾿ Α ὅ δ’ Ρ sed add m 4 ὅ δὲ Ι ὅδε Par Mor | μὲν ἐμπο- λεμῶν Par Mor 20 ἐλευθερῶσαι inser Par 2 21 τὴν ναῦν om Mor 22 χάριν] ναῦν Mor μου δεδεημένου, μὰ τοὺς θεούς, ἐπαγγεῖλαι τὴν χάριν. τουτὶ δέ αὐτῷ πρὸς πολλοὺς ἐπέπρακτο δι’ ἀφθονίαν πλοίων τοὺς οὐ πάντα ἡμῶν βελτίους. ἀλλ’ ἡ ναῦς αὕτη τὴν σωτηρίαν ἔφερε καὶ βασιλεῖ καὶ στρατιώταις καὶ πόλεσι ταῖς ὑπὲρ τὰς ἄλλας. καὶ κίνδυνος ἣν αὐτῷ μηκέτ’ ἔχειν τὴν κεφαλήν. οὐ γὰρ ἐχρῆν ἐμὲ R III 158 αἰτεῖν τὴν ἄφεσιν, ἀλλ’ ἕτερον εἶναι τῶν ἐν | δου- λείᾳ διὰ τῆς κολακείας αὐτὸν ἐχόντων. 48. Καὶ γὰρ Δομνίνῳ γε τῷ σοφιστῇ τὴν παρά τῶν πολιτῶν αὐτοῦ Χαλκιδέων ἐψηφισμένην τιμὴν τοῦτ᾿ ἂν ἐποίησε κυρίαν. νῦν δ’ ὁ δίκαιον ἂν ἦν καὶ καλὸν καὶ εὔλογον τῆς παρ’ ἄλλου σπουδῆς τυγ- χάνον, τοῦτο καὶ ἄδικον καὶ αἰσχρὸν καὶ λόγον οὐκ ἔχον μέλλον γέ τινα ἡδονὴν οἴσειν ἐμοί. 49. Ὅτι δ᾿ οὐ κακῶς εἰκάζω, γνοίη τις ἂν ἐντεῦθεν. τὸ δεσμωτήριόν ποτε διορύξαντές τινες τῷ τοῖς σώμασι περικειμένῳ σιδήρῳ τῆς νυκτός σφισι συναγωνιζομένης ἐτράποντο πρὸς λῃστείαν. καὶ οἱ μὲν ἐπετίθεντο τοῖς ὁδοιπόροις, ὁ δὲ ἄρχων ἐφ’ οἷς ἣν ἡ θύρα τὴν αἰτίαν ἦγεν. οἱ δ’ ἀπέφαινον αὑτοὺς ἀναιτίους, ὡς μὴ εἶναι τιμωρίᾳ χώραν. ἕτερος ἄρχων καὶ κρίσις ἑτέρα καὶ τὸ μὴ μετὰ τῶν φυλάκων τετολμῆσθαι τὸ ἔργον ἀν- ωμολόγητο. τρίτος οὗτος ἧκεν ἐπὶ τὰ κεκριμένα κὰτ οὐδεμίαν τοῦτό γε ἐξουσίαν ποιῶν, ὥσπερ οὐδ’ ὁ 5 cf. t. II 143,3 9 cf. p. 87,12 sq. 1 ἀγγεῖλαι Par ἀναγγεῖλαι Mor sed γρ ἀγγεῖλαι in marg 2 δ’ Re | αὐτοῦ Mor 6 κεφαλήν. οὐ. (= Neutiquam) οὐ γάρ coni Re 10 αὖ Par Mor 14 μᾶλλον Par Mor | οἶσον Mor sed γρ οἴσειν in marg 15 ἂν ἦν ἐντεῦθεν Par Mor 19 θύρα Mor sed γρ θήρα in marg 20 οἳ Α οἴ ΡΙ | αὐτοὺς Ρ sed in corr in ras m 2, Par Mor 24 οὐδὲ μίαν Α δεύτερος. οἱ δ’ εἶναί | μέ τι παρ’ αὐτῷ νομί- R III 159 ζοντες ὧν ἐπὶ τὰ σώματα ἐβάδιζεν ἐλθόντες ἱκέτευον ἐμέ, τοῦτον δέ εὐθὺς ἐγώ. ὁ δὲ τραγῳδεῖ τε τὴν διορυχὴν καὶ τὰ πραχθέντα τοῖς ἀνδράσι καὶ ὧς ἀσελ- γαίνοιεν γράμμασιν ἐκεῖνοι καὶ ὡς πραχθείη τοῖς κατα- ράτοις ὑπὸ τῶν φυλάκων ὁ δρασμός. τῆς οὖν ἐμῆς ἀδυναμίας ἐξελεγχομένης καταφεύγουσιν ἐφ’ ἕτερον. ᾧ πολλῶν οὐκ ἐδέησε ῥημάτων καὶ ὁ τε φόβος ἐλέλυτο οἵ τε λῃσταὶ τῶν φυλάκων εἰδότων οὐδὲν σφᾶς αὐ- τοὺς ἀπηλλάχεσαν. 51. Ἀλλ’ ὅμως μέγαν με πεποιηκέναι φησί. ποῦ ποτε; | ὅτε Μόνιμον τὸν πολιτευόμενον, τὸν ἐμὸν " R III 160 ὁμιλητήν, τὸν ὁμιλητοῦ πατέρα ταῖς διὰ τοῦ μολύβδου πληγαῖς ἀπώλλυ; τούτοις οὖν με μέγαν καὶ ζηλωτὸν ἐποίεις ἐπ’ ἐμῇ λύπῃ πληγαῖς χρώμενος. ὧν οὐ δεῖν καθαρά τηρεῖν τὰ σώματα τῶν πολιτευομένων. ἐφ’ αἷς 15 cf. t. III 57,13 sp. 1 οἳ Α Mor οἵ Ρ sed add m 4, IPar 3 δ’ Re | τρα- γῳδεῖται Par Mor 4 διορυχὴν reposui ex AI coll. t. I 256, 20 διωρυχὴν reliqui libri at ω in ras P 3, edd | ἀσελγαίνοιεν CPar Mor 5 ἐκεῖνος Mor 6 ὑπὸ CA sed in hoc γρ οἷα in marg, Ρ sed in hoc in ras m 4 οἷα IPar Mor 9 λῃσταὶ I | σφάς Ι sed in corr m 2 11 φασί Mor sed γρ φησὶ in marg πουποτὲ CAPar ποῦ πότε Ρ sed add m 2 et supra ε eras που πότε Ι πούποτε Mor num ποῦ; πότε;? 12 ὅτε reposui e CAPI ὅτι Par edd 13 μολύβδου Par sed μολίβδου m 2 in marg μολίβδου Re cf. t. III p. XXXXIII πληγαῖς — 16 λύπη in Par 2 et praemisso vocabulo σχολ. in marg Mor | ἀπόλλυ Par Mor signum interrogationis reposui e Ρ sed comma scr m 2 et punctum suprascr m 4, et Ι | με om Par Mor | ζηλωτὴν Ρ sed η in ο corr m 2, Ι 15 ἐμὴ λυπῆ Par | χρώμενον Μοι sed γρ χρώμενος in marg | οὐ δεῖν P sed δεν(?) supra δεῖν scr m 2 „malim ἔδε鍓 Re 16 ὑφ᾿ Par Mor ἐγὼ συγκεκαλυμμένος ἀπῄειν αὐτὸς ἡγούμενος εἰλη- φέναι τὰς πληγάς, εἰ καὶ Μόνιμος ἣν ὁ κομισθεὶς ὑπὸ τῶν ἰατρῶν ἐπὶ τὸ βαλανεῖον. οὐ δεῖ δὴ συμμάχου τοῖς τά τοιαῦτα ἰωμένοις. 52. Νὴ Δί’, ἀλλ’ ἐν τοῖς πρὸς Εὐσέβιον τὸν σοφιστήν, τὸν οὐχ ἧττον ἄξιον ἡγῶ καλεῖσθαι σοφιστήν, ὑπέρ τῶν εἰς Μόνιμον ἀπολελόγηται. ἀλλ’ εἰ καὶ μὴ κακῶς εἶχεν αὐτῷ τὰ πρὸς ἐκεῖνον, τού- τοις ἂν ἐδείκνυ τὴν ὕβριν κινῶν μέν ὑπάρχου γνώ- R III 161 μὴν, τὰ δ’ εἰληφότα τέλος εἰς | ἀρχὴν αὖθις ἀνάγων, παρακαλῶν δέ πρὸς μάχην ὑπὲρ τῶν ἤκιστα δεομένων ἀγῶνος. καίτοι γραμμάτων ἔδει τῶν σεμνο- τέρων ποιήσασθαι τὴν ἀνάγνωσιν, εἶτ’ ἐμὲ περὶ τῆς ἐν Εὐσεβίῳ δυνάμεως ἐρέσθαι, εἶτ’ ἐκείνους, εἰ μὴ συνίσασιν αὐτοῖς γεγραφόσι περὶ αὐτοῦ τέτταρα ψη- φίσματα.