καὶ μὴν εἰ μὲν σιγῇ κατακέοιτο, πόσην δεῖ νομίζειν εἶναι τὴν ἀηδίαν· εἰ δ’ εἶναι βούλοιτο καὶ αὐτὸς τῶν λεγόντων, δεῖ δήπου τούτῳ ἀναισχυν- τίας. ᾧ γὰρ σιγὴ πρέπει καὶ τὸ ὁπότε τῳ συντύ- χοι τῶν πρεσβυτέρων ἐρυθριᾶν, ποῖόν τινα τοῦτον εἰκὸς ἔσεσθαι μὴ συνεσθίοντα μόνον καὶ συμπίνοντα, ἀλλ’ οὐδὲ κατά τά βλεπόμενα πείθεσθαι βουλόμενον;