ἀθυμοῦσι καὶ οἱ διδόντες δίκην, ἀλλὰ παιδεύονται τῇ δίκῃ. ὁ δὲ ἐπαινῶν τὸν ἀνδροφόνον μεθ’ ἡδονῆς ἐφ’ ἑτέρας ἔπεμψε σφαγάς. οὐκοῦν ὁ μὲν εὐδαίμων ὁ λυπηθείς, ἐπηνώρθωται γάρ, ὁ δὲ ἄθλιος ὁ ἡσθείς, οὐκ ἰάθη γάρ. τί δ’ ἂν καὶ δεινὸν ἐκ τῆς ἐκείνων ἀθυμίας γένοιτο; κακῶς ἐροῦσι τὸν ἀγωνοθέτην; ἀλλὰ ἀγαθὸν κακοί· καὶ οὐχ ἥξουσιν ἐπὶ δεῖπνον; καὶ τίς ἐκ τούτου τᾷ συμποσίῳ βλάβη, πόρρω που καθῆσθαι τοὺς ἀναισθησίας γέμοντας;