LIII. ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΕΟΡΤΑΙΣ ΚΛΗΣΕΩΝ. R III 108 ὑπ’ ἄλλων τε πολλῶν χείρω τὴν πόλιν ἡμῖν γεγενῆσθαι νομίζω πράγμασι καινοῖς τισι τῶν ἀρχαίων ἐκβεβλημένων, καὶ δἡ καὶ τοῖς ἐν ταῖς τρα- πέζαις αἳ τιμὴν ἔχουσι τῷ Διὶ γινομένοις. ἃ πολύν R III 109 μὲν ἤδη μέμφομαι | χρόνον πρὸς τοὺς ἀεί μοι τῶν φίλων ὁμιλοῦντας, νῦν δὲ οὐκ ἤνεγκα τὸ μὴ καὶ λόγον αὐτά ποιῆσαι. καίτοι θαυμάζω μέν, εἰ πεί·σω λέγων, ἔστι δὲ κέρδος τῷ περὶ ὧν δίκαιόν ἐστιν εἰ- πεῖν λέγοντι τὸ περὶ τοιούτων διειλέχθαι, κἂν μὴ τὸ πεπεισόμενον ᾖ· οὐ γὰρ τοῦ μὴ καλῶς εἰρῆσθαι τὸ μὴ τοὺς ἀκούοντας προσθεῖναι τὸ ἔργον ἔλεγχος. C = codex Chisianus A = Monacensis gr. 483 (Augustanus) Ρ = Palatinus gr. 282 I = Marcianus append. XCI 2 Par = Parisinus gr. 3016 9 Xen Hell. II 3,58; Dem. p. 721,27 1 νς' ante περὶ A, post κλήσεων C 2 sed in hoc ξζ΄ ιν marg in ras m m2 λόγος λθ in marg I 3 ταῖς Ὀλυμπίων ἑορταῖς Mor 8 ἐπ’ Ρ sed ἑ rubr 4 ὑμῖν C 6 γενομένοις I γενό- μεναι Par Mor 7 μὲν om I 8 δ᾿ Ι | ἤνεγκε Par γ 9 λό Par λόγου Mor 11 διειλέχθαι Ρ sed ε (2) in ras m 2 12 πεισόμενον Cobet Coll 256 colf. Dem. p. 198, 26 τότε πει- σόμενον Mor | τὸ Par Mor 2. Ἐφ᾿ ᾧ μὲν οὖν μέγα φρονοῦμεν, ἔστι τὰ Ὀλύμ- πια τετυχηκότα σπουδῆς ὅσης οὐδὲν ἕτερον οὔτ’ ἐν ἄλλοις οὔθ’ ἡμῖν, ὥστε καὶ αὐτοὺς Ἠλείους εἰδέναι τε βούλεσθαι τὰ τῇδε καὶ πυνθάνεσθαι περὶ αὐτῶν. τούτου δ’ ἄν τις ἡμῖν συνησθεὶς καὶ συναχθεσθείη τοῦ πολλὰ τῶν νομίμων κεκινῆσθαι. ἐγὼ δὲ ἀλγῶ μὲν ἐφ’ ἅπασιν, ὁμοῦ δὲ περὶ πάντων εἰπεῖν καὶ κατηγορῆσαι τῶν τε τούτοις ἡδομένων τῶν τε οὐ χαλε- παινόντων οὐ ῥᾴδιον ὀρῶν, εἰ τά περὶ τοὺς δαιτυ- μόνας δείξαιμι νῦν πλημμελούμενα, στέργοιμ’ ἄν.