LIII. ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΕΟΡΤΑΙΣ ΚΛΗΣΕΩΝ. R III 108 ὑπ’ ἄλλων τε πολλῶν χείρω τὴν πόλιν ἡμῖν γεγενῆσθαι νομίζω πράγμασι καινοῖς τισι τῶν ἀρχαίων ἐκβεβλημένων, καὶ δἡ καὶ τοῖς ἐν ταῖς τρα- πέζαις αἳ τιμὴν ἔχουσι τῷ Διὶ γινομένοις. ἃ πολύν R III 109 μὲν ἤδη μέμφομαι | χρόνον πρὸς τοὺς ἀεί μοι τῶν φίλων ὁμιλοῦντας, νῦν δὲ οὐκ ἤνεγκα τὸ μὴ καὶ λόγον αὐτά ποιῆσαι. καίτοι θαυμάζω μέν, εἰ πεί·σω λέγων, ἔστι δὲ κέρδος τῷ περὶ ὧν δίκαιόν ἐστιν εἰ- πεῖν λέγοντι τὸ περὶ τοιούτων διειλέχθαι, κἂν μὴ τὸ πεπεισόμενον ᾖ· οὐ γὰρ τοῦ μὴ καλῶς εἰρῆσθαι τὸ μὴ τοὺς ἀκούοντας προσθεῖναι τὸ ἔργον ἔλεγχος. C = codex Chisianus A = Monacensis gr. 483 (Augustanus) Ρ = Palatinus gr. 282 I = Marcianus append. XCI 2 Par = Parisinus gr. 3016 9 Xen Hell. II 3,58; Dem. p. 721,27 1 νς' ante περὶ A, post κλήσεων C 2 sed in hoc ξζ΄ ιν marg in ras m m2 λόγος λθ in marg I 3 ταῖς Ὀλυμπίων ἑορταῖς Mor 8 ἐπ’ Ρ sed ἑ rubr 4 ὑμῖν C 6 γενομένοις I γενό- μεναι Par Mor 7 μὲν om I 8 δ᾿ Ι | ἤνεγκε Par γ 9 λό Par λόγου Mor 11 διειλέχθαι Ρ sed ε (2) in ras m 2 12 πεισόμενον Cobet Coll 256 colf. Dem. p. 198, 26 τότε πει- σόμενον Mor | τὸ Par Mor 2. Ἐφ᾿ ᾧ μὲν οὖν μέγα φρονοῦμεν, ἔστι τὰ Ὀλύμ- πια τετυχηκότα σπουδῆς ὅσης οὐδὲν ἕτερον οὔτ’ ἐν ἄλλοις οὔθ’ ἡμῖν, ὥστε καὶ αὐτοὺς Ἠλείους εἰδέναι τε βούλεσθαι τὰ τῇδε καὶ πυνθάνεσθαι περὶ αὐτῶν. τούτου δ’ ἄν τις ἡμῖν συνησθεὶς καὶ συναχθεσθείη τοῦ πολλὰ τῶν νομίμων κεκινῆσθαι. ἐγὼ δὲ ἀλγῶ μὲν ἐφ’ ἅπασιν, ὁμοῦ δὲ περὶ πάντων εἰπεῖν καὶ κατηγορῆσαι τῶν τε τούτοις ἡδομένων τῶν τε οὐ χαλε- παινόντων οὐ ῥᾴδιον ὀρῶν, εἰ τά περὶ τοὺς δαιτυ- μόνας δείξαιμι νῦν πλημμελούμενα, στέργοιμ’ ἄν. Τίνες οὑν ἦσαν οὗτοι; καὶ τίνας ὁ τῶν ἄθλων προεστηκὼς ἐκάλει; οἴ τε πρεσβύται καὶ οἷς ἦν ἐπὶ τῆς ἀκμῆς εἶναι καὶ ὅστις ἐκ παίδων ἐξῆλθε καί που τις καὶ μέλλων πατήρ τε ὢν ἤδη καὶ δεικνὺς ἐν δικα- στηρίοις αὑτόν. φοιτῶν δέ τις παῖς ἐπὶ μαθήσει λόγων καὶ ἢ ἄρτι δεικνὺς ἴουλον ἢ οὐδὲ τοῦτο πόρρω τε ἦν τῆς θοίνης καὶ δι᾿ ἀκοῆς τά περὶ αὐτῆς ἠπί- στατο κἂν εἰ συγγενὴς ἣν τῷ ταῦτα λειτουργοῦντι. καὶ ταῦτα, εἴπερ οἷόν τ’ ἣν, ἐμαρτύρησε | μὲν R III 110 ἂν οὑμὸς ἐπίπαππος, ἐμαρτύρησε δ’ ἂν ὁ πάππος καὶ πολλοὶ μὲν πρὸ αὐτῶν ἐν τῷ στεφάνῳ τούτῳ, πολλοὶ 2 cf. t. I 533,19 20 cf. t. I 181,1 2 οὔτε par mor 5 καὶ om CAPI 6 νομίμων scripsi auctore Re coll. t. I 404, 8 νόμων libri edd | ἐγὼ δέ ἀλγῶ μὲν] ἀλλ’ ἐγὼ μὲν Par Mor 10 πλημελούμενα ΡΙ 11 τίνας] ἴνας] ἴσ. τίς ἂν in marg Par m. rec 12 πρεσβῦται Ρ sed ~ τ in ras m m2 | οἶς Ρ sed ’ in ras m 2 13 ἐξῆλθεν Α 14 τε ομ Ι 16 αὑτόν reposui ex ΑΡ αὐτὸν CI ἑαυτόν Par edd 16 ἢ (1) Mor sed ἴσ ὁ in marg | ἢ] εἰ Mor 18 ἦν scripsi ἦ ΡΙ ᾗ reliqui libri edd 19 τ’ reposui e libris τε edd 20 ὁμοῦ Mor sed ἴσ. ἐμοῦ in marg δὲ μετ’ αὐτοὺς γενόμενοι, ὧν ἐν γράμμασιν ἴδοι τις ἂν <τὰ> ὀνόματα κἀν τῇ μνήμη οὐκ ὀλίγων. δικαίως δ’ ἂν πιστευοίμην αὐτὸς ὢν τῶν οὐ κεκλημένων. καίτοι τέτταρα μὲν καὶ δέκα ἐγεγόνειν ἔτη Πανολβίου ποι- οὑντὸς τὰ Ὀλύμπια, ὁ δὲ ἄνθρωπος οὗτος μητρὸς ἐμῆς ἀδελφός, ὀκτωκαίδεκα δὲ Ἀργυρίου, φίλος δὲ οὗτος τοὐμοῦ πατρὸς καὶ δραμὼν ἐπὶ τὸ κρύψαι τὴν ὀρφα- νίαν ἡμῖν. ἀλλ᾿ ὅμως ἐκεῖνα μὲν ἡδέως ἂν ἐπόνει καὶ ἐβοήθει, τοῦτο δὲ οὐκ ἐδίδου, χάριν οὐκ οὖσαν ἐν ἔθει. τέτταρα τοίνυν ἕτερα δύο μὲν ἐμὲ καὶ εἴκο- σιν ἐποίει, Φασγανίου δὲ τὸν στέφανον, θεῖος δὲ καὶ οὗτος ἐμός, ὥσπερ ὁ Πανόλβιος. οὗτός με ἐπὶ δεῖ- πνον καλεῖ καὶ ᾠχόμην ἡδῆ τε ὢν ἐν δόξῃ τινὶ καὶ τῷ μᾶλλον σωφρονεῖν. οὐ μὴν ἔνι γε εἰπεῖν, ὡς ἀμε- R III 111 λούμενος τοῦτο ἔπασχον καὶ διὰ τὸ μὴ | εἷναί μοι πατέρα. οὐδὲ γάρ, ἡνίκα ἐκαλούμην, οὔτε αὐτὸς οὔτε πρεσβύτερος ἀδελφός. οὐδεὶς οὐδενός, οὐδ’ ἣν τι τὸ ποιοῦν πρὶν ἢ προσήκειν τὴν ἐπὶ ταῦτα κλῆσιν, οὐ γένος, οὐ πλοῦτος, οὐχ ὑπερβολὴ φιλίας, οὐκ ἄλλο 4 cf. t. I 81,12 6 cf. t. I 403, 23; 461,9 11 cf. t. I 404,17 13 cf. Dem. P. 402,17; Sievers P. 43 1 ἤδη I 2 τὰ inserui acutore Re 4 ἐγεγόνη CA sed in hoc η in ει corr f 7 τοὐμοῦ scripsi ex I τοῦ μοῦ CA sed in hoc ᾿ supra υ (1) pos f, Par Re τοῦ ᾿ μοῦ Ρ Μορ | τώ Par Mor 8 ἐποίει Par Mor 10 τέταρα C 11 φασγα- νίου Α sed in φασγάνιος corr f φασγάνιος ΡΙ ἀνίου Par | τὸν στέφανον Α sed circumpunxit f om PI | δὲ eras Α om ΡΙ 12 ἐμὸς Α sed ἑ ex οὐ corr m. rec 14 μᾶλλον] καὶ μᾶλλον Par Mor καὶ τῆς ἡλικίας μᾶλλον coni Re 15 καὶ in ras 3 litt om Ρ | διὰ] ἃ Par quod cancellavit Mor 16 ἐδεόμην ante οὔτε (1) inserendum coni Re 17 post ἀδελφὸς excidisse videntur ἦν, ἀλλ’ ἐκαλεῖτο παῖς οὐδέν. ἀλλὰ νῦν ὅσοι καλοῦνται πατέρες παῖδας ἔχοντες, τούτων καὶ παῖδες καὶ πολλαχοῦ πάντες, κἂν δεκαετὴς ᾖ τις κἂν ἐλαττόνων, τεθνεῶτος δὲ αὐτῷ τοῦ πατρὸς ὁ θεῖος ἄγειν ἀκούει τὸν ἀδελφιδοῦν. καὶ παιδαγωγὸς μὲν καὶ τροφεὺς καὶ οἰκέτης ἔξω θυρῶν, ὁ δὲ ἐν ἀνδράσι πίνουσι καλινδεῖται πίνειν παιδευ- όμενος ἢ πειθόμενος ἢ καὶ πρὸς ἀνάγκην ἐντιθέντος τοῦ ἀνδρὸς τῷ παιδὶ τὴν κύλικα. προϊὸν δὲ τὸ πρᾶγμα μεστὸν οἴνου ποιῆσαν ἑκάτερον οὐκ ἄδηλον ἐφ’ ὃ προάγει.