| βούλομαι δέ σοί τι διελθεῖν ἐν καταγωγῇ ποτε γεγονός. ἀπεῖπε μὲν δι- δοὺς ἄρχων χάριτας, ὧν τὰς ὑστάτας ἐν βαλανείῳ, εἷς δέ τις ἀτυχῶν μέν, τυχεῖν δὲ ἐπιθυμῶν ἀποδύντος ἀποδὺς τὸ βιβλίον εἰσενεγκὼν καὶ μέλαν καὶ κάλαμον διὰ γέλωτος οὐκ ἄπρακτος ἀπῆλθεν, ἀλλ’ ἐκφέρων ἅμα ἱδρῶτι γράμματα. 7 cf. p. 8, 7 sq. 19 cf. p. 10,14 8 διακόψοντες Re, fortasse racte 10 post γὰρ ras 7 litt I 11 μὴ δ’ APIB 14 δέ edd 17 πεινῶσι Α sed γρ πίνουσι in marg, Β πίνουσι CP sed in hoc πεινῶσι suprascr m 2, IV a | δέ σοί scripsi cum Β σοι δέ reliqui libri σοι τοιόνδε Iacobs addens: „saltem transponenda sunt βούλομαι δέ σοι “ | τί Β 18 γεγονός I Re γεγονώς reliqui libri Got 19 ὧν Re ὧν Α sed γρ τάσσων in marg cum ras 1 litt post ν, 6 litt infra vocem, Got („vel γρ ὄντας“ in marg) τάσσων reliqui libri 20 δ’ Re 23 ἱδρῶτι B sed τι in ras m2 8. Αὑται αἰ εἴσοδοι, βασιλεῦ, καθεῖλον μὲν τοῦ δικαίου τὴν ἰσχύν, τῷ δὲ ἀδικεῖν δύναμιν περιέθηκαν καὶ τοὺς μὲν ἀπήλλαξαν τιμωρίας, τοὺς δὲ ἀπεστέρησαν. αὗται πολλοὺς μὲν ἀνδροφόνους ἐξήρπασαν θανάτου, πολλοὺς δὲ μοιχούς, πολλοὺς δὲ τάφων ἁψαμένους, πολλοὺς δὲ περὶ χρήματα κακούς, τοὺς μὲν παρακατα- θήκας οὐκ ἀποδόντας, τοὺς δὲ δανείσματα, τοὺς δέ ἡρπακότας, τοὺς δὲ πὺξ πατάξαντας, τοὺς δὲ λακτί- σαντας, τοὺς δὲ λοιδορίαις ὑβρίσαντας μὲν ἑαυτούς, ὑβρίσαντας δὲ πατέρας οἰχομένους, τοὺς καθ’ ἕκαστον τῶν ἀδικημάτων εἶδος εἰκότως ἂν τοῖς ἐκ τῶν νόμων ζημιωθέντας ῥύονται, συμπράττουσι, σκοποῦσιν ὅπως ἂν καταγελάσωσι τῆς δίκης.