αὐτοί τε οὖν οὗτοι καὶ παρ’ ὧν ἐλάττων ἡ τόλμα συρρέουσιν εἰς τἀς καταγωγὰς αὐτοὶ μὲν κρατήσαντες τοῦ μετ’ ἄριστον ὕπνου, ἐκείνοις δέ τοῦτον διακόψαντες τὸν ὕπνον. καὶ βοῇ μέν τοῦτο οὐ ποιοῦσιν οὐδὲ ὀνόματι καλοῦντες, πῶς γάρ; διαλεγόμενοι δέ καὶ λαλοῦντες οὕτως ὡς μὴ εἶναι μηκέτι μηδ’ εἰ σφόδρα βούλοιντο, καθεύδειν. ἀνεγειρόμενοι τοίνυν τεθυμωμένοι κρύ- πτουσι τὸν θυμὸν ὑπὸ μειδιάματι. καὶ τὸ λοιπὸν τῆς ἡμέρας ἐν τῷ περὶ χαρίτων ἀναλίσκεται λόγῳ, τὰ δ’ ὀφειλόμενα γράμμασι γράμματα τῆς τῶν ἀρχόντων χειρὸς οὐδαμοῦ, οἷς δὲ δεῖ τούτων τῶν γραμμάτων, R III 77 προσκαθήμενοι πεινῶσι.