καίτοι τὰ τῶν προτέρων οὐ τοιαῦτα, ἀλλ’ ἒν ἄριστον ἔξω μόνον τὸ παρὰ τῷ βασιλεῖ, τὰ δ’ ἄλλα τὴν ὀροφὴν ἔδει τῆς καταγωγῆς ὁρᾶν. οὐδεὶς δ’ ἂν οὐδενὶ πλήθει χρυσοῦ τῶν ἀρχόντων τινά πρὸς τράπεζαν εἵλκυσεν οὐδ’ ὧν αὐτὸς ἐν ἀρχῇ μείζονι. ἀλλὰ νῦν καὶ τοῖς ἰδιώταις τοῦτο ὑπάρχει καὶ ὁ κλη- θεὶς <καὶ> τετίμηται καὶ τετίμηκεν. ἔστι δὲ ἰδιώτης ὁ μηκέτ᾿ ἄρχων, εἰ καὶ | λίαν ἐν πολλαῖς ἀρχαῖς R III 107 γεγένηται. ὁ δὴ τὸν ἄρχοντα ἐπὶ τοῦτο λαβὼν πρῶ- τον ἠμαύρωσεν αὐτῷ τὸ τῆς ἀρχῆς ἀξίωμα, ἔπειτα ἔσχεν ὑποχείριον καὶ πᾶν ἐπαγγέλλειν ἔξεστιν. ἔστω τοίνυν ὁ λόγος αὐτῷ πρὸς τὸν αὐτοῦ μάγειρον καὶ τὸν ἐκείνου ζωμόν, εἴτε ἡδίων εἴτε ἀηδέστερος εἴη. κἂν εἴη γυνὴ καὶ παῖδες, ἔχει συσσίτους, εἰ δὲ μήπω παῖδας, ἐκείνην. εἰ δ’ ἡ ἀρχὴ τὸν γάμον ἴφθη, τὸν καὶ ἐροῦντά τι καὶ ἀκουσόμενον ἔχει τὸν πάρεδρον. 50. Οἶμαι δὲ τοὺς οὕτως ἄρξαντας οὐ νομίσαι τὴν ἀρχὴν συμφορὰν διά τὸ πολλοῖς ὁμιλεῖν. μὴ τοίνυν μηδ’ οὗτοι νομιζόντων μηδ’ οἱ φάσκοντες μὲν τά σὰ 13 Her. IV 154, 2 18 cf. p. 8,3; t. II 405, 2; 551, 15; t. III 106, 14; 181, 21 22 cf. Xen Ages. 7,4 1 γίνεσθαι Β 2 φρονοῖεν Va 4 ἑστιωμένους τοί 8 ἂν om Got 11 <καὶ> inserui om libri edd 12 μηκέτι Re 13 τούτω I 14 αὐτὸ Β 16 αὐτοῦ CI edd 17 ἡδίων εἴτε om Re 18 ἔχει Β sed ει in ras m 2 ἔχεις C | συσσίτους Β sed συσσι in ras m 2 19 ἡ om Got 22 πολλοὺς C 23 μὴ δ’ (bis) APIB Got | οὔτοι νομιζόντων] „videtur οὕτω vel τοῦτο interponendum“ Re | μηδέ edd φιλεῖν, ἤκιστα δὲ τά σὰ ποιοῦντες ἐπαγόντων τὴν ἑαυτῶν δύναμιν τῷ λόγῳ, ἀλλά μακάριοι διὰ σοῦ γε- γενημένοι τοσοῦτόν σοι δότωσαν ὅσον ἐφεῖναί σοι θεῖναι νόμον πᾶσι λυσιτελοῦντα τοῖς νόμοις. πύρ- R III 108 γωσον τοίνυν τὰς ἀρχάς καὶ | τά τε ἐπιτάγματα τῶν οὐκ ἀρχόντων σβέσον τάς τε ἀπειλὰς τοῦ κακῶς ἐρεῖν τὸν οὐ πειθόμενον ἄνελε. καὶ παρὰ τῆς Δίκης, μεγάλης θεοῦ, πάλιν ἀνθούσης οἴου σοι λαμπρὰς ἀμοι- βὰς ἀφίξεσθαι. 6 cf. p. 9,11 7 cf. p. 14,18 8 οἴου σοι Ρ sed ου σ in ras m 2 | λαμπράς πρὸς ἀμοιβὰς τοί) 9 πρὸς τὸν βασιλέα εἰσφορὰ νόμου κατὰ τῶν τῶν ἰόντων εἰς τἀς τῶν ἀρχόντων καταγωγάς subscr Ρ, πρὸς τὸν βασιλέα εἰσφορὰ νόμου I sed εἰσφορά νόμου in ras m 3