καὶ τούτου τοῦ φόβου διδάσκαλον εἶχον ὄν μόλις διέφυγον, ἕτερος 10 δέ τις ἐμὸς συγγενὴς ἱερεὺς φιλοσοφίας οὐκ ἐδυνήθη. οἷς οὖν ἔπαθον παιδευθεὶς εἰκότως ἐφυλαττόμην ἀπά- σης δυσμένειαν ἀρχῆς. καὶ γάρ εἰ αὐτὸς αὐτοῖς ἄλη- πτος ἦν, εἶχον ἂν οὑς βάλωσι, τοὺς μὲν εἴσω τειχῶν ὄντας, τοὺς δ’ ἐν ἀγροῖς διεσπαρμένους καὶ αὐτοῦ μὲν ἀπείχοντ’ ἂν ἐμοῦ, δι’ ἐκείνων δ’ ἂν ἐλύπουν. ἔστι δὲ ἀλγεινὸν τοῖς ἑαυτοῦ μὴ δύνασθαι βοηθεῖν, ἀλλ’ ὁρᾶν μὲν σπαραττομένους, μένους, εἰσφέρειν δὲ πλὴν λύπης ἔχειν οὐδέν.