καὶ μὴν οὐδεὶς ἄν με δείξειεν ἄκλητον τὴν πρώτην ὡς ἄρχοντα δείλης πεπορευμένον, ἀλλ’ ἔλαβε τὴν ἀρχήν, ἧκεν. ὁ μέν τις μετεπέμψατο, R III 101 ὁ δ’ οὐκ ἐβουλήθη. τί οὖν ἐγώ; | παρὰ μὲν τὸν ἧκον, παρὰ δὲ τὸν οὐκ ἦλθον. τοῦ γάρ ἐνοχλεῖν ἄπειρος ὧν αἰσχρὸν ἡγούμην ἐλθὼν κόπτειν ἄρχοντος θύραν. οὔκουν τοιαύτην ὁδὸν αὐτόματόν μέ τις ἐλ- θόντα ἐξελέγξειεν ἂν οὐδ’ ὡς Κυνήγιον τὸν ἐπειδή με τὸ πρῶτον εἶδε, καταβάντα παραδείγματος οὐκ ὄντος. ἔχοιμι δ᾿ ἂν οὐκ ὀλίγους καταλέξαι τοὺς οὔτ᾿ ἀναγ- κάσαντας οὔτ᾿ ἀναγκασθέντας. 41. Ἐξῆν γάρ, φησί, καλουμένῳ καθῆσθαι, σὺ ὒ δ’ ἀναστὰς εἵπου. πῶς δ᾿ οὐκ πῶς δ’ οὐκ ἔ μέλλον ἄρχοντός 2 cf. p. 19,8 sq. 4 cf. Arist. Ran. 298. Luc. Gall. 2. Fugit. 32 7 cf. p. 19,14 sq. 12 cf. t. I 162, 2 sq.; 241,14sq. 18 cf. t. III 425 not. 1 Sievers P. 264 sq. 5 καλέσειεν Β sed καλὲ in ras m 2 7 δὲ Re 8 καλοῦν- τες coni Got 11 δόξειεν Va 12 τηνπρώτην Β 13 τις Ρ sed ις in ras m 2 14 ὃ Α 15 ἧκον Β sed k in ras m 2 17 οὔκουν Ρ sed ’ suprapos m 3 | με τίς Β 19 τοπρῶτον CIVaB Re 20 καταλλάξαι Va 21 οὔτ’ scripsi οὐκ libri edd γε καλοῦντος καὶ μέγα τὸ πρᾶγμα ποιουμένου; οὐ γὰρ ὥσπερ μὴ βαδίζειν ἐξῆν, οὕτω καὶ μηδὲν ἀηδὲς παθεῖν. οὐ γὰρ μόνον μέγας ὁ θυμὸς τῶν βασιλευόντων, ἀλλὰ καὶ τὰς μετ’ ἐκείνην ἀρχὰς οὐ ῥᾴδιον ἐνεγκεῖν ὀργιζο- μένας, καὶ πολλοὶ τοιαύταις | ὀργαῖς ἀπολώλασιν. R III 102 αἰτίαν δὲ ψευδῆ περιάψαι διὰ συκοφάντου ῥᾷστον καὶ μάρτυρας πεῖσαι τά ψευδῆ μαρτυρεῖν καὶ κύριον ἑαυ- τὸν ψήφου ποιῆσαι καὶ δεσμῷ παραδοῦναι καὶ τῷ τἀκεῖ διά χειρὸς ἔχοντι κελεῦσαί τι.