ἴστω τοίνυν ὁ ἰατρὸς ἰώμενος ἄρχοντα ἀσθενοῦντα, τουτὶ δὲ πράττοιτο μὲν ἂν καὶ διὰ σιγῆς, πράττοιτο δ’ ἂν καὶ διὰ ῥημάτων ὀλίγων ἂ οὐκ ἂν μὴ ῥηθῆναι δύναιτο. μακρὰ δὲ διεξιόντος καὶ χωροῦντος ἐπὶ τὰ μὴ συμ- βαίνοντα τοῖς νόμοις τῷ προσώπῳ δῆλον ὅ τι χρῄζων τῆς ἰατρικῆς ποιείτω τοῖς παροῦσιν, ὡς, ἢν μόνον ἰατρὸς ὢν εἰσίῃ, τὸν νοσοῦντα ὄψεται. ἐφεστάναι δὲ ἄξιον καὶ τὸν κοσμοῦντα τὴν καταγωγὴν καὶ | τῶν R III 97 ἔνδον ἐπιμελητὴν τῷδε τῷ πράγματι καὶ προσαναγ- κάζειν τὸν τοιοῦτον ἰατρὸν εἴσω τῶν ὅρων μένειν. 35. Ὡς δ’ οὐ καλὸν καταγωγὴν ἄρχοντος δέχεσθαι τοιαύτας συνουσίας, μάθοις ἄν, βασιλεῦ, καὶ τῷδε· βραχέα δὲ λέξω καὶ δι’ ὧν ἡδίων ἔσῃ. Ἦρχέ ποτε ἀνὴρ καὶ Σύρων καί τινων ἑτέρων 3 cf. t. III 132, 12 sq. 22 cf. Dem. p. 641, 9 23 Sievers p. 262 1 τινας inserui auctore Re 3 ἐγεώργησε Ρ sed ε (3) in ras m 2 5 ὐπ’ Re | τά Ρ sed ’e' corr m 5, ΙΒ | ὀνειράτων Va 7 πο cum lac 3—4 litt Β 8 κύριος ὧν ante τῶν excidisse coni Re totum locum a se parum intellegi professus. lucem accipere videtur e t. III 408, 14 sq. | τω ΡΒ τὸ Got 10 εὐσθενοῦντα C 11 καὶ (1) inserui e libris om edd 14 χρήζων ΡΙΒ Got 16 ὧς μόνον ἢν? 18 ἐπιμελητὴν Re ἐπιμελητῶν libri Got ἐθνῶν, Σύρου μὲν παῖς, αὐτὸς δὲ Ῥωμαῖος, φόβῳ τὴν ἀρχὴν εὐθύνων, οὐχ αἵματι. τούτῳ τῆς ἀρχῆς με- σοῦντι ῥεῦμα κινηθὲν ἀπὸ τῆς κεφαλῆς διὰ τῆς φάρυγ- γος δραμὸν τά τ᾿ ἄλλα ἐκάκωσε καὶ τῆς φωνῆς ἀφεῖλε. κεκλημένος δὲ ἐπὶ τὸ λυποῦν ἰατρὸς ἀνὴρ τῶν ἄγαν ἐπαινουμένων ἐπειδὴ ἤρετό τι περὶ τοῦ κατέχοντος, ἀπεκρίνατο μὲν οὐδὲν διά φωνῆς, ἣν δὲ ἄρα ἐν αὐτῷ τοσοῦτον, διάρας δὲ τὸ στόμα τὸ τῆς τέχνης δεόμενον R III 98 ἔδειξεν, ὅπως ἀνήκοος αὐτοῦ καθάπαξ | ὁ ἰατρὸς ἀπίοι μηδὲν τῆς αὐτοῦ γλώττης ἐκφέρων. 36. Τοσοῦτος ἣν τοῖς τότ᾿ ἄρχουσι φόβος ἐν ταῖς εἰρημέναις εἰσόδοις. ἀλλά νῦν οὐ τὰ πάθη τοὺς ἰα- τροὺς τοῖς ἄρχουσιν εἰσάγει, ἀλλ᾿ οἶ μὲν ἔρρωνται, οἱ δὲ παρακάθηνται, καὶ ὁ λόγος οὐ περὶ τοῦ σώματος οὐδ’ ὅπως ἂν ὑγιαίνοντες διάγοιεν, ἀλλὰ τῆς αὐτῆς καὶ τά τούτων ἰδέας. ἰατρῶν μὲν οὖν οὐκ ἀποστερῶ τοὺς ἄρχοντας, μήποτε οὕτω γενοίμην ἄτοπος, ἐφε- στάναι δὲ τοῖς στόμασιν αὐτῶν ἀξιῶ τὸν ἃ δεῖ μόνα λέγειν ποιήσοντα. 37. Φθονήσομεν οὖν τῷ πόνῳ τῶν ἀρχόν- των παραμυθίας τῆς οὔσης ἐν ταῖς εἰσόδοις; ποίας παραμυθίας; μείζων μὲν οὖν ἐντεῦθεν ὁ πόνος αὐτοῖς κατασκευάζεται τοῖ τῶν γραμμάτων χρόνου καὶ τῶν ἀναγκαίων ἑτέροις διδομένου καὶ μικροῦ τινος τοῖς ἐπείγουσιν ἀντὶ πλείονος γινομένου, ὥστε πολλάκις μὲν ὥρα δειπνεῖν, οἱ δέ εἰσιν ἐν γράμμασι.