οὕτως οὖν εἰσελθόντας ἐπίσχες, ὦ βασιλεῦ. καὶ μὴ πειθέτωσαν λέγοντες, ὡς μισθοὶ ταῦτα νέων καὶ πόνοι καὶ διατριβαὶ περὶ λόγους. εἰ γὰρ τοῦτο τοι- οῦτον ἣν, πάντες ἂν | ἦσαν ἕνεκά γε ἑ νέων καὶ R III 93 διατριβῶν τηλικοῦτοι, πάντων γὰρ οἶμαι ταῦτα, ἀλλ᾿ ὅμως οἱ μὲν πένητες, οἱ οὐκ εἰσελθόντες, καὶ μέγα κέρδος ἐν ἄλλου φαγεῖν, οἱ δ’ ἐν καταλόγῳ τῶν πολυ- χρύσων. πρὸς οὖς ὁ νόμος εἰπάτω μὴ πλείω ζητεῖν, ἀλλά στέργειν, εἰ μή τις ἀφαιρήσεται.