εἰ δὲ δὴ καὶ συνεχῆ κοινωνὸν ἀπάντων ἔχειν ἄξιον, ἔστιν ὁ παρεδρεύων ἀναγκαίαν ἔχων τοῖς πράγ- μασιν εὔνοιαν· οἶδε γὰρ ἐν ταῖς διαμαρτίαις πρῶτος ὑφέξων λόγον. δύο | τοίνυν γνώμαις τῆς ἀρχῆς κυβερνωμένης τί ἂν ἑτέρων δέοι; καὶ γὰρ εὐφροσύνην αὐξῆσαι καὶ ἀθυμίαν κοιμίσαι δύναιτ’ ἂν ὁ μονονοὺ συμπεφυκώς.