καὶ οὗτοι τοίνυν οὐκ ἀποροῦσι λόγων εἶξαι πει- R III 88 θόντων. | ἐν οἷς οἱ τὰς ἀμοιβὰς ὑπισχνούμενοι καὶ ὅ γε κολοφὼν ὁ τῆς Γοργόνος φοβερώτερος ὁ ποταμοὺς ἀπειλῶν ἐπαφήσειν ψόγων. ἠκόνηται δὲ γλῶττά τισι καὶ μαχαίρας καλοῦσιν αὐτάς. καὶ τἄλλα εἰσὶν οὐκ εὐκαταφρόνητοι τῷ πᾶσιν ἐπιχειρεῖν καὶ μηδὲν ὀκνεῖν καὶ τὴν αἰδῶ νομίζειν νώθειαν. εἴτ’ οὖν φιλότιμος εἵη, νενίκηται διὰ τὴν φιλοτιμίαν, εἴτε κερ- δάναι κακῶς, δείσας ἔχεται.