τί οὖν χρὴ τούς τοιούτους | καὶ νομίζειν καὶ καλεῖν ἢ τυράν- R III 84 νοῦς, οὐ τριάκοντα κατὰ τοὺς πάλαι ποτὲ τῶν Ἀθη- ναίων, ἀλλ’ ὅσους οὐδ’ ἂν ἐξαριθμήσειέ τις; μὴ γάρ, εἰ μὴ κατέχουσιν ἀκροπόλεις μηδ’ εἰ μὴ δορυφοροῦνται μηδ’ εἰ τὴν ἐσθῆτα τὴν τῶν ἀρχομένων φοροῦσιν, ἀλλ’ εἰ μὴ μείζονές εἰσι τῶν νόμων ἐν οἷς τέ τισι συμπνέουσιν ἐν οἷς τε ἐναντιοῦνται, εἰ μὴ ταῦτα πάντα τῶν εἰδότων καὶ ὁρώντων. καίτοι τί πλέον αἰ τυραν- νίδες; πολεμεῖς δὲ καὶ μισεῖς οὐ τοὔνομα τοῦ πράγ- ματος, βασιλεῦ, αὐτὸ δὲ τοὖργον | καὶ τά ἀπ’ R III 85 αὐτοῦ κακά.