ὁρῶντες δὲ τὴν πολλὴν οἱ χειροτέχναι δύναμιν ὑποπεπτώκασι μὲν τού- τοις, ὑποπεπτώκασι δὲ καὶ τοῖς τούτων οἰκέταις. καὶ γὰρ τούτοις ἐξουσία μαστιγοῦν, δεῖν, ὠθεῖν, κατα- βάλλειν, χιτῶνι λυμαίνεσθαι. καὶ τά πωλούμενα τῶν τιμῶν ὁριστὰς ἔχει τοὺς τοιούτους, καὶ δούλους καὶ δεσπότας. οἶ δὲ τοτὲ μὲν ἔδοσαν βραχύ τι, τοτὲ δὲ οὐδέν. εἶτα τοῖς μὲν ἡ φροντὶς ὑπὲρ ἄρτου, τοῖς δὲ πάντα πολλά. καὶ τέκτονας οὐ κεκτημένοι, τῶν ἐκεί- νων εἰ δεηθεῖεν χειρῶν, κέκτηνται.