LII. ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΕΙΣΦΟΡΑ ΝΟΜΟΥ ΚΑΤΑ ΤΩΝ ΕΙΣΙΟΝΤΩΝ ΕΙΣ ΤΑΣ ΤΩΝ ΑΡΧΟΝΤΩΝ ΚΑΤΑΓΩΓΑΣ. τῷ τοῦ δικαίου μέρει βοηθήσων ἥκω, βασι- R III 72 λεῦ, πολλῷ τε χρόνῳ καὶ μυρίοις πράγμασιν εἶναί σοι πολλὴν τούτου πρόνοιαν πεπεισμένος. καὶ δέδοικα νῦν οὐ τὸ δόξειν σοι περὶ μὴ σπουδαίων ἐνοχλεῖν, ἀλλὰ τὸ βραδέως σοι ταυτηνὶ κεκομικέναι τὴν γνώμην. ἢν γὰρ αὖ φανῇ σοι συμφέρουσα, μέμψιν οἶδ’ ὅτι ποιήσῃ τὸ μὴ πάλαι ταῦτα κεκομικέναι. ἐμὲ δὲ τὸν μὲν ἄλλον χρόνον φόβος τις ἐκώλυε, νῦν δὲ οὕτος οὐκ ἀνῄρηται μέν, ἀλλὰ μένει, μένων δὲ ὅμως νενίκηται δεινὸν ἤδη C(??)codex Chisianus A = Monacensis gr. 483(Augustanus) P = Palatinus gr. 282 I = Marcianus append.XCI 2 Va = Vaticanus gr. 81 B = Barberinus II 41 1 νε ante πρὸς C sed ξς in ras in marg m 2, Α Πρὸς — καταγωγάς] Τοῦ πρὸς βασιλέα ὑπὲρ τοῦ δικαίου: λόγ. λᾱ Macar fol. 91 v 2 τῶν om C 3 λόγος κγ᾿ (sed γ in ras m 2) post καταγωγάς in marg I, λδ΄ in marg Β 7 μὴ om Β 11 τὶς PB 12 μένει des in Α fol. 233, μένων inc fol. 236. Foliorum 234 et 235 transpositionem qua cum Ehingero Gotho- fredus sese decipi passus est, perspexit Re Anim R III 73 μου νομίσαντος, εἰ μὴ καὶ | τῆς ἀσφαλείας τῆς ἐμαυτοῦ πρότερα ποιησαίμην τὰ σὰ πράγματα. εἰ γάρ τι τούτων ἰασαίμην, ἀρκέσει μοι τοῦτο καὶ πάσχοντι κακῶς εἰς παραμυθίαν. 2. Τί οὖν ἐστιν ὁ θεραπείας δεῖται; δύο πόλεμοι τῶν ἀνθρώπων πιέζουσι τὸν βίον. ὧν ὁ μὲν ἐν ὅπλοις τέ ἐστι καὶ σιδήρῳ καὶ πρὸς τοὺς ἔξωθεν, ὁ δὲ ἐν κακουργίαις ταῖς εἰς ἀλλήλους καὶ ἔνδοθεν οὔτε τὸ τὴν αὐτὴν πόλιν οἰκεῖν αἰσχυνομένων οὔτε τὸ πολίτας ἀλλήλους καλεῖν. ἐνομίσθη τοίνυν τοῖς μὲν κρίνεσθαι στρατοπέδοις καὶ χερσί, τοῖς δὲ δικαστηρίοις καὶ νόμοις. φυλάξαιτο δ’ ἄν τις ῥᾷον ἐκείνους τοὺς πολεμίους ἡ τούτους οἷς μᾶλλον ὑπάρχει λανθάνειν.