τοῦτο δὲ ὅταν εἴπω, τὸ ἀδίκημα λέγω. ἡδέως δ’ ἂν αὐτοὺς ἐροίμην, διὰ τὶ μὴ καὶ οἰκέτας καὶ θεραπαίνας καὶ στρώματα καὶ σκεύη καὶ ἁμάξας ἄγουσιν ἐκ τῶν οἰκιῶν ἐπὶ τὴν τῆς πόλεως χρείαν. εἰ γὰρ ὅτι οὐκ ἔξεστι φήσουσιν, οὐδὲ ταῦτα ἔξεστι. πῶς οὖν τὸ μὴ ἐξεῖναι τιμῶντες οἶς τούτων ἀπέχονται, τὸ αὐτὸ τοῦτο δι’ ὧν ποιοῦσιν ὐβρίζουσι; καὶ μὴν ὑπὲρ πολλῶν αὐτοὺς οἶδα διὰ γραμμάτων ὑμᾶς ἐρομένους, εἰ ποιητέον, ὡς οὐκ ὂν θέμις ποιεῖν ὃ μὴ τῆς τοιαύτης ἐξουσίας ἔτυχε. πῶς οὖν οὐ καὶ περὶ τούτων ἤροντο καὶ τὰ παρ’ ὑμῶν ἀναμείναντες οὕτως ἢ ἔδρων ἢ οὔ; νῦν δ’ αὐτῷ τῷ φυγεῖν τὸ ἐρωτῆσαι τὸ μὴ τῶν δικαίων εἶναι τοὖργον δεδηλώκασιν. 8. Ἔτι τοίνυν, εἰ μὲν τῶν ὑφ’ ὑμῶν τοῦτο ἦν ἐγνωσμένων, κοινὸν ἂν ἦν τοῦτο τῶν ὑφ’ ὑμῖν πόλεων, ὥσπερ αὖ καὶ τὰ ἄλλα. νῦν δ’ ἀπιστία τοὺς ἄλλοθεν ὡς ἡμᾶς ἐρχομένους ἔχει πρᾶγμα τοιοῦτο καὶ ἀκού- οντας καὶ ὁρῶντας. ἔρχονται γὰρ ἐκ πόλεων ἐν αἷς R II 555 τοῦτο οὐκ ἔστι, καὶ οὐχ ἡγοῦνται τὰς αὑτῶν | ὃ χρῆν ἔχειν οὐκ ἔχειν, ἀλλ’ εἶναι παρ’ ἡμῖν ὃ μὴ εἶναι βέλτιον. 9. Ἴδοις δ’ ἄν, ὦ βασιλεῦ, καὶ αὐτοὺς τοὺς χοντας οἷς οὐ ποιοῦσιν ὧν δρῶσι κατηγοροῦντας. 10 Plat. Gorg. 505 D 3 διατί Ρ διατὶ Ι 4 ἀμάξας ΑΙ | ἄγουσι Ι 5 ὅτι ἔξεστι Got sed γρ οὐκ ἔξεστι in marg 10 ἔτυχεν ΑΡ sed in hoc εν in ε corr, Ι edd 12 τῷ om Got 13 τοὔργον Ρ 16 ἄν Ρ sed α in ras m4 | ὑφ᾿ Ρ sed υ in ras m2 ἄν Got | δὲ Re 18 ὡς Got sed ἐς in marg Ι τοιοῦτον Re 20 τὰς αὑτῶν ὃ Got sed τὰ αὑτῶν ἃ in marg | αὐτῶν Ι 24 ποιοῦσι Ι οὗτοι γὰρ τῶν μὲν ἐν δυνάμει γεγενημένων καὶ στρατο- πέδων ἡγησαμένων αἰδοῦνται τούς τε ὄνους καὶ τἄλλα, καὶ παρέρχονται τὸν χοῦν οἱ ταῦτα ἐλαύνοντες ἀν- εσπασμέναις ταῖς ὀφρύσι καὶ ὀρθοῖς τοῖς αὐχέσι, κἄν τις λάβηταί τινος παριόντος, παρανενόμηκε. τῶν ἄλλων δὲ οἱ μὲν μετὰ πόνου τὰ σφῶν αὐτῶν ῥύονται, οἱ δ’ ἂν ἀντιβλέψαι τολμήσωσι, τυπτόμενοι μανθάνουσιν, ὅτι κρεῖττον ἦν σιωπῇ πάσχειν κακῶς. τοῦ τοίνυν μὴ δικαίως τούσδε πιέζεσθαι τὸ μὴ καὶ πάντας τὰ τοιαῦτα πονεῖν σημεῖον. εἰ γὰρ οὐδεὶς ὑπ’ ἐκείνων οὐ πονούντων παραβαίνεται νόμος, οὐδ’ οἵδε νόμῳ πρὸς τοῦτ’ ἄγονται. 10. Ἐρεῖ τοίνυν ὡς εἰ καὶ μὴ γεγραμμένον τοῦτ’ ἔστιν, ἀλλ’ εἰς ἔθος ἥκει. ἔθη δὲ εἰ μὲν ἀκίνητα πάντα ἔμεινεν, εἰκός τι καὶ οἵδε πεπόνθασι δεδουλευκότες τοῖς ἔθεσιν· εἰ δὲ λέλυται πολλὰ διὰ παντὸς τοῦ χρόνου τοῖς κρείττοσιν εἰξάντων τῶν χειρό- νων, μὴ τὸ περὶ τῆς τοῦ πράγματος φύσεως διαλέγε- σθαι φεύγοντες ἐπὶ τὸ πεπρᾶχθαι πολλάκις γόντων. ἄχθεσθαι γὰρ ἄξιον, ὅτι γέγονε πολλάκις, ἀλλ’ οὐκ ἐπὶ τῶν αὐτῶν διὰ τοῦτο μένειν. ἦσάν τινες οἱ πονηρὰν ἑορτὴν εἰσήγαγον εἰς τὴν Δάφνην. Ι 13 cf. t. III 85, 11 sq. R 22 cf. p. 302,14; 370,10 sq.; t, Ι 405,17 19 καταφευγόντων ἀντὶ τοῦ καταφευγέ[τωσαν] Α cf. t. II 148,1 2 τἆλλα A 5 παρανενόμηκεν ΑΡ 6 οἴ (2) Ρ sed ΄in ras m5 7 μανθάνωσιν Ι 10 ὑπ’ scripsi ex Ι cum Sinteni ἐπ’ reliqui libri edd 11 οὐ πονούντων om Ι | οἷδε Α οἶδε Ι 15 ἔμενεν Ι | οἶδε Ρ sed in ras m2 οἷδε Α 17 χρόνων Got 19 πεπρᾶχθαι Ρ sed ~ in ras m2 21 διατοῦτο ΑΡ R II 556 ἦν δὲ τὸ πάντα τρόπον ἀσχημονεῖν ἑορτὴν ποιεῖν. τοῦτό τις κατιδὼν βασιλεὺς ἐπιεικὴς καὶ σώφρων αἰ- σχυνθεὶς μὲν τοῖς πραττομένοις, ἀλγήσας δ’ ὑπὲρ τοῦ χωρίου παύει τὴν ἐπὶ τοιούτοις σύνοδον καὶ παύσας εὐδοκιμεῖ. καὶ οὐδεὶς πρὸς αὐτὸν τὰ τῆς ἑορτῆς ἔλεγεν ἔτη οὐδ’ ὡς τὰ κεκρατηκότα δεῖ κρατεῖν διὰ τέλους. ἀλλ’ ἐξεβέβλητο τοῦτο τῆς Δάφνης τὸ νόσημα χρόνον πολύν, ἕως αὐτὸ πάλιν ἄνδρες ἀξίως τοιούτων ἑορτῶν βεβιωκότες εἰσήγαγον. αἱ κατὰ τῶν βουλευόντων πληγαὶ διὰ κακίαν ἀρχόντων εἰς ἔθος ἧκον. τοῦτ R II 557 αὐτὸς | ἀνῄρηκας νόμῳ, κἀν τοῖς ἐπαίνοις τοῖς περὶ σοῦ τῶν μεγάλων καὶ τοῦτο ἔστιν. ἐπὶ τὰς διὰ τῶν θηρίων λειτουργίας ἀνάγκαις ἤγετό τις πρότερον. σὺ γνώμης τοῦτο ἐποίησας οὔτε κωλύων βουλομένους R II 558 οὔτε ἕλκων ἄκοντας. Ι καὶ οὔτε ἐνόμιζες ἀδικεῖν ἔθει μαχόμενος οὔτε ἠδίκεις. μηδὲ ἔστωσαν ἀνε- ψιῶν γάμοι γέγραφας ἐν ἐξουσίᾳ πολλῇ τοῦ ματος ὄντος. καὶ τῶν φαινομένων σοι δικαίων οὐκ ἦν ὁ τοῦ ἔργου χρόνος δυνατώτερος. πρὸς ταῦτα ἔδει βλέψαι τοὺς τῆσδε τῆς πόλεως ἄρχοντας καὶ μὴ μᾶλλον αἰδεσθῆναι τὸν τῶν ἀδικημάτων χρόνον ἢ τὸ δίκαιον εἶναι ταῦτα πεπαῦσθαι. 2 Iulianus cf. p. 302, 17 sq. t. II 314, 7 sq. Amm. XXV 4, 1 sq. De Constantio cogitavit Gothofredus Cod. Theod. XV 6, 2 9 cf. p. 48,25 sq. 10 cf. ad p. 29,11 sq. 13 cf. p. 173,8 sq. et p. 163 not 1 16 Ambros. ep. LX 8. Aurel. Vict. epit. 48 1 τὸ Ρ sed o in ras m2 | „malim ποιοῦν“ Re 3 δὲ Re 5 εὐδοκίμει Re Anim 6 ἴτη Α sed γρ ἰθὴ in marg ἔτη Ι ἰθὴ CP sed in hoc τ supra θ pos m2 cf. l. 21 10 τοῦτο τ’ αὐτὸς Ι 11 ἀνῄρηκας scripsi auctore Re ἀνῄρηκε libri edd 14 σὺ γνώμης Monnier coll. p. 173,12 συγγνώμης libri edd | τοῦτο Ρ sed o (2) in ras m2 τοῦτ’ Re 16 μὴ δὲ ΑΡΙ Got 13. Καίτοι πόσους ἐποιησάμην, ὦ βασιλεῦ, περὶ τούτου λόγους πρὸς ἕκαστον. οὓς μέμφεσθαι μὲν ὡς οὐκ ὄντας δικαίους οὐκ εἶχον, ἄγειν δὲ εἰς ἔργον οὐκ ἐβούλοντο, οὐχ ἴν’ ὁ σὸς οἶκός τι κερδάνειε, δος μὲν γὰρ οὐδ’ εἴ τι χρυσίον ἐντεῦθεν ἐγίνετό | σοι, ὅτου γὰρ οὐχ ἡγεῖται τὸ καλόν, τοῦτο R II 559 ἅπαν ζημία, οὐ μὴν οὐδ’ αὐτὸ τοῦτο ἐντεῦθεν ἐγίγνετο, ἀλλ’ ὁ μὲν πόνος ἑτέρων, ὁ δὲ μισθὸς ὧν εἰπεῖν οὐ βούλομαι. ἀλλ’ ὅπερ ἔφην, κις μὲν ἐμεμφόμην τὸ τὰ τοιαῦτα περιορᾶν, ἤνυον δὲ οὐδέν. καὶ ἦν λοιπὸν σοί τε, ὦ βασιλεῦ, διαλέγε- σθαι καὶ διὰ τῆς σῆς ψήφου βοηθεῖν τοῖς ἀδικου- μένοις, πρὸς ὃν ἢ οὐδεὶς τολμήσει μεμνῆσθαι τοῦ ἔθους ἢ μάτην. ἐλαύνων γὰρ δὴ σὺ τοὺς πολεμίους καὶ νόμοις καινοῖς εὖ ποιεῖς τοὺς ἀρχομένους. ὧν ἕκαστος λύει τὸν πάλαι κείμενον εἰκότως ἀμείνων δή- που δεικνύμενος. εἰ δὲ γεγραμμένους λύεις σμοῦ πείθοντος, πῶς τοῦτο ἐν ἀγράφοις ὀκνήσεις τῆς αὐτῆς ἐνούσης αἰτίας; ὁρῶμεν δήπου καὶ τοὺς ἰατροὺς τοῦτο ἔργον ἔχοντας ἐκβάλλοντας τὰ τοῖς σώμασιν ἐνοικοῦντα κακὰ καὶ μᾶλλόν γε εὐδοκιμοῦντας τοὺς τοῦτο δυνηθέντας κατὰ τῶν πολὺν ἐν τοῖς σώμασι δυναστευσάντων χρόνον. καὶ νῦν ὅσῳπερ ἄν τις ἐτῶν μνημονεύσῃ πλειόνων, τοσούτῳ μείζων ἀπὸ τῆς θερα- πείας ἡ δόξα. 14 cf. p. 421,16 2 ὡς in marg A Got 4 οἶκος Got sed φίσκος in marg | καρδάνειεν API Got 5 ἐγένετό Re 15 νόμοις καινοῖς] „malim alterum participium addi e. c. τὴν πολιτείαν κοσμῶν vel κρατύνων“ Re 16 „forte πάλαι κακῶς κείμενον“ Re 19 δήπου Re δέ που libri Got 24 μνημονεύσει Ι sed ει ex η corr | μεῖζον ΡΙ 16. Μάλιστα μὲν οὖν καὶ τὰ κοινὰ τῶν οἰκοδομη- R II 560 μάτων σὺν τῷ δικαίῳ τὴν ἀρχὴν Ι λαμβανέτω, τὸν κέραμον. εἰ δ’ οὖν δεῖ τι καὶ ἀδικεῖσθαι περὶ ταῦτα τοὺς ὄνους, περὶ ταῦτά γε ἀδικείσθωσαν μόνα. νῦν δέ, τὶς ἄν, ὦ Γῆ καὶ Ἥλιε καὶ θεοὶ πάντες καὶ μονες, ἐνέγκαι τὴν παρανομίαν; τοῖς ἰδιώταις, ὦ βασι- λεῦ, ταῦτα καὶ δέδοται καὶ δίδοται. καὶ οἱ μὲν προσ- ιόντες αἰτοῦσι πύλην ὀνομάζοντες, ὁ μὲν τήν, ὁ δὲ τήν, ὁ δὲ τὴν τρίτην, τῷ ῥήματι τούτῳ τὰ δι’ αὐτῶν ἐλαυνόμενα λαβεῖν ἀξιοῦντες, οἱ δ’ ὥσπερ ἁπάντων τούτων δεσπόται ταχέως ἐχαρίσαντο τὰ ὀλίγα ματα. ἐν δὲ τοῖς ὀλίγοις τούτοις πολλοὶ ὄνοι, πολλοὶ δὲ ὀρεῖς, πολλαὶ δὲ κάμηλοι. ὧν ἐπιλαμβά- νονταί τε καὶ πρὸς τὸν χοῦν ἄγουσι παίοντες τοὺς ἐλαύνοντας οἰκέται τῶν λαμβανόντων τὴν χάριν πρὸς τοῖς ὑπηρέταις τῆς ἀρχῆς.