εἰ δ’ οὐδὲ στρατηγοῖς οἰκοδομουμένοις ταῦτα δοτέον, πῶς οἷς φροντίδες R II 561 ὑπὲρ Ι ὧν αὐτοὶ κέκτηνται μόνων, ἄλλου δὲ οὐ- δενός; ὦ κάκιστε ἀνδρῶν, ἐπριάμην μὲν ἐγὼ καὶ τρέφω καὶ ἰατρὸν ἐπὶ τὰ χωλεύοντα καλῶ καὶ μισθὸν τούτου τελῶ, βαδιεῖται δὲ καὶ χρήσεται τοῖς ποσὶν οὐχ ὑπὲρ 19 cf. p. 444,17 3 τι om Got 5 δέ τις, ὦ Got | Γῆ et Ἥλιε scripsi coll. p. 465, 15 γῆ et ἥλιε libri edd 6 παρανομίαν scripsi coll. p. 479, 1 παροινίαν libri edd sed παράνοιαν in marg Got 8 ὁ δὲ τήν om Got 10 ἐλαυνόμενα Got sed ἐρευνόμενα (sic) in marg | οἳ Α οἵ Ρ sed ΄ in ras m2 | δὲ Re 14 τε scripsi μὲν libri edd 16 Re 17 οἷς scripsi σοι libri edd σοι, οὗ coni Re Anim „locus haud dubie mancus quem sic Gallice verti tanquam legeretur: πῶς σοι ἰδιώτῃ; ἆρ’ εἰκὸς τοὺς ἀνθρώ- πους ἔχειν φροντίδας ὑπὲρ ὦν“ Monnier 18 κέκτηται Ι | μόνον Got 19 ἀνδρῶν Ρ sed ω in ras m2 20 τούτου Ρ sed ου (2) in ras m2 ἐμοῦ μᾶλλον ἢ σοῦ; τί τούτου παρανομώτερον; τί δεινότερον; τί δ’ ἄλλο τὸ τῶν τυράννων ἢ τοῦτο ἔστιν, ἀφελέσθαι τοῦτον, ἐκείνῳ δοῦναι, τὸν μὲν ἀδικῆσαι, τῷ δὲ δι’ αὐτοῦ τούτου χαρίσασθαι καὶ τὴν ἑτέρου βλάβην ἄλλου ποιῆσαι κέρδος. καὶ νῦν εί βουληθείην τὰ τῶν τοῦτο λαβόντων ὀνόματα πάντα διελθεῖν, πολύ τε τοῦτο ἔσται καὶ ἀποκναίσει. 18. Κωλύσεις οὖν, ἐροῦσι, τὸν ἄρχοντα δι- δόναι χάριν; πάνυ γε, τὴν ἄδικον. ὡς δὲ οὐκ ἔνι τὸ δίκαιον ἐν ταύτῃ, παντί που δῆλον καὶ αὐτοῖς τοῖς τε διδοῦσι τοῖς τε λαμβάνουσιν. ἢ πόθεν ἐφο- βοῦντο καὶ οὗτοι κἀκεῖνοι πρὸς τὰς ἀπειλὰς ἃς ἐποι- ούμην, ὅτι ταῦτα οὐκ ἀγνοήσεις, ἀλλ’ ἔσται τις ὁ μη- νύσων; ἀλλ’ ὅμως ἐρεῖ τις, ὅτι δεῖ τι τοῖς ἄρ- χουσιν ἐξεῖναι. ἐγὼ δὲ ἐρῶ ταὐτὸ πάλιν, ὅτι τὸ δίκαιόν σφισι μόνον ποιεῖ τὴν ἐξουσίαν, ἃ δέ ἐστιν ἔξω τούτου, κεκώλυται. καὶ τοῦτο τοίνυν, οὐ γὰρ ἐν τοῖς δικαίοις ἐστί, κεκωλυμένον ἐστίν. οἱ δὲ ὥσπερ ἀντὶ τῶν νόμων αὐτοὶ γεγενημένοι καὶ τὰς ἀκροπόλεις σὺν δορυφόροις κατειληφότες καὶ τῆς Ῥωμαίων πολι- τείας κεκινημένης οὕτω μέμνηνται τῆς ἐξουσίας καὶ ταῦτα εἰδότες, ὡς οὐδὲ σοὶ πάντα ἔξεστιν, ὦ | βα- R II 562 σιλεῦ. αὐτὸ γὰρ τοῦτ’ ἔστι βασιλεία τὸ μὴ πάντα τοῖς ἐπ’ αὐτῆς ἐξεῖναι. εἰ δὲ τοῦτο εἰς ἐξουσίαν ἀνοί- 7 Dem. p. 564,12 19 Her. Ι 59 23 Dio Chr. or. I p. 48 R 2 δεινότερον Ρ sed o (1) in ras m2 Ι τὸ om Ι 5 inter εἰ et 6 βουληθείην ras 3 litt Α 6 τοῦτο Re τούτων libri Got 7 τι? 8 τὸ Got 11 δοῦσι Ι 13 τίς Ι 14 τε Re qoud delendum vel cum τι mutandum coni Sintenis 22 οὐδέ σοι Re 23 αὐτὸ — 24 ἐξεῖναι praemisso titulo (p. 471,1) citat Macar fol. 91 αὐτὸ] οὐ τὸ Macar | γὰρ om Macar 24 ὑπ᾿ αὐτὴν Μacar | αὐτοῖς Ι σομεν, οὐδ’ εἰ μάχοιντο τοῖς νόμοις αἱ γνώσεις, αἰτια- σόμεθα οὐδὲ ἐγκαλέσομεν οὐδ’ εἰ τοὺς ὑστέρους τῷ σχήματι πρὸ τῶν προτέρων ἄγοιεν. τὸ γὰρ δὴ ἄρχειν ἀκουσόμεθα πανταχοῦ. 20. Φίλοις οὖσιν ἔδει τι παρὰ τοῦ φιλοῦν- τος εἶναι. καλῶς. ἔστιν ἄργυρός σοι καὶ ἐσθὴς καὶ χρυσίον καὶ ἀνδράποδα καὶ βοσκήματα καὶ γῆ. τού- των εἴ τι βούλει, δὸς καὶ εἰ βούλει γε, πάντα. τὸ γὰρ δὴ κωλῦον οὐκ ἔσται. τῶν ἐμῶν δὲ ἕτερον μὴ ποίει δεσπότην. ἀλλ’ ὅταν τις ἐλθὼν ἢ παρακαθή- μενος ἢ καὶ παρεστὼς μνημονεύῃ τῆς τοιαύτης χάριτος καὶ χοῦ καὶ ὄνων, λέγειν πρὸς αὐτόν, ὅτι, ὦ ἄριστε, ἐγώ σε πάνυ μὲν φιλῶ καὶ βουλοίμην ἄν σοι πολλήν τε καὶ καλὴν γενέσθαι τὴν οἰκίαν, ἃ δὲ οὐ καλὸν δοῦναι, μὴ δοῦναι καλόν. Ι R II 563 21. οὔπω μέν τις τῶν τοῦτο πεπονθότων ἐπὶ τὰς τῶν κρατούντων εἰκόνας κατέφυγε, δεῖσαι δὲ ἄξιον μὴ γένηται. τί οὖν χρή σε ποιεῖν; σοὶ μὲν ἔστι χρυσίον, ὄνους δὲ ὁρῶμεν πωλουμένους καὶ πρίασθαι ῥᾴδιον. οὕτω σοι βέλτιον οἰκοδομεῖσθαι. τὸ δὲ σὺν ἀραῖς, τοῦτο δὴ τὸ νῦν, παραινῶ σοι φυγεῖν. οὕτως ἂν ἦσαν ἄρχοντες ὡς ἀληθῶς, τοὺς μὲν οὐκ ἐπιτρίβοντες, τοὺς δὲ νουθετοῦντες καὶ τοὺς μὲν τοῦ κακῶς πάσχειν, τοὺς δὲ τοῦ ποιεῖν ῥυόμενοι. κέρδος δὲ δήπου καὶ τοῦτο τὸ κωλυθῆναι ποιῆσαι κακῶς. 8 κ(??)ὶ Α κωλῦον? cf. p. 74, 17; t. I 166, 13 τίς P 15 ἃ — καλόν citat Macar l. l. ἃ δὲ] ὅπερ Macar 18 γεγέ- νηται Ι 19 ποιεῖν Ρ sed εἰν in ras m2 20 οὕτως ΑΡΙ Got 22 φεύγειν C 23 sq. τους ΡΙ 25 κέρδος — 26 κακῶς omisso δὲ citat Macar l. l. 22. Ὡς δ’ οὐκ ἐν ἐξουσίᾳ τοῖς ἄρχουσι τὰ τοι- αῦτα διδόναι, δῆλον ἐξ ὧν ἤδη τις ὃς παρὰ βασιλέως τοῦτο εὕρηται γεγένηται. τί γὰρ ἐνοχλεῖν ἔδει τῷ βασιλεῖ δοθέντος ἂν δικαίως καὶ παρὰ τοῦ δικάζειν τεταγμένου; ἀλλ’, οἶμαι, ληψόμενος μὲν καὶ παρ’ ἐκεί- νῶν ᾔδει τὴν χάριν, οὐ μὴν μετά γε τῆς τοῦ δικαίου μερίδος. τοῦτο δὴ δεδιὼς καὶ θαρρεῖν οὐκ ἔχων, ὡς οὐκ ἔσονταί ποτε τῶν τοιούτων εὐθύναι, βασιλέως ἧκε κομίζων ἐπιστολήν. ἣν ἐπαινεῖν μὲν οὐκ ἔχω, φημὶ δὲ πίστιν εἶναι τοῦ μὴ τοῖς ἄρχουσι τούτοις τὰ τοιαῦτα ἐξεῖναι. 23. Καὶ τί δεινόν, φησίν, | ἐξιόντα τὸν R II 564 ὄνον φορτίον ἕτερον οὐκ ἔχοντα τοῦτο φέροντα ἐξιέναι; τοῦτ’ αὐτό, φαίην ἄν, τὸ ἐξὸν μὴ φέρειν φορτίον ἀναγκάζεσθαι φέρειν; ὥσπερ γὰρ ἀνθρώπῳ τοῦ μὴ φέρειν τὸ φέρειν βαρύτερον, οὕτως, οἴμαι, καὶ ὄνῳ. καὶ διὰ τοῦτ’ αὐτοῖς τῆς ἐξ ἀγρῶν εἰς ἄστυ πορείας ἡ ἐξ ἄστεος ἐκεῖσε κουφοτέρα, ὅτι ἐν ἐκείνῃ μὲν φορτία, ἐν ταύτῃ δὲ τοῦτ’ οὐκ ἔστιν, ἀλλ’ ἐλευ- θερία βάρους. ὁ δὲ γεωργὸς ἐφιζάνων τε οὐχ οὕτω λυπηρὸς καὶ φειδοῖ πολλάκις ἀκολουθεῖ. ἀλλ’ οἱ κυρίους αὑτοὺς οὗτοι ποιοῦντες ὧν ἐκ τῶν νόμων οὔκ εἰσιν, ἀποστεροῦσι τοὺς ταλαιπώρους τούτους ὄνους ταυτησὶ τῆς παραμυθίας τὰ νῶτα αὐτῶν ὑπο- τιθέντες τοῖς ὑψηλοῖς τούτοις χώμασιν. ἐφ’ ὅ δεῖ χωρεῖν τοὺς γεωργούς, ὠθοῦντας ἐνίους τὸν ὄνον. 2 ὧν Ρ sed ῾in ras m2 | ὃς om Got 14 μὴ οm I 17 διατοῦτ᾿ ΡΙ | αὐτοῖς Ρ sed οι in ras m2 | ἀγορᾶς Ι 18 ἄστεος Ρ sed o ex ω corr ras 23 τούτους] ἐκείνους Ι 25 χρώμασιν Got sed γρ ὀχήμασιν vel χώμασιν „ut fine orationis“ in marg 26 ὠθοῦντας Ρ sed ν in ras m5 ὠθοῦντες Ι καὶ πολλάκις ἧς δεῖται μὲν ἐπὶ τὸν ἀγρὸν πύλης, αὕτη πλησίον, δεῖ δὲ ἐκ μέσης τῆς πόλεως ἢ τέρματός γε ἑτέρου λαβόντα τοῦ χοῦ τὴν αὐτὴν ἐλθόντα πάλιν ὁδὸν οὕτως ἅψασθαι τῆς πύλης. καὶ τὸ ἔτι δει- νοτερὸν, τῶν ἀδικουμένων αὐτῶν ἀγὼν ὑπὲρ τοῦ φορ- τίου σπεύδοντος ἑκάστου πρὸ ἄλλου τυχεῖν τοῦ φορ- τίου. καὶ τοῦτο, ὦ Ζεῦ καὶ θεοί, πωλεῖται τὸ κακόν. καὶ ὁ μὲν οὗ τυρὸν ἔμελλεν ἕξειν ἀργυρίου, τοῦτο δοὺς ἀπῆλθεν, ὁ δ’ οὐ δυνηθεὶς ἔστηκε κλάων, ἐλεεῖ δὲ οὐδείς. καίτοι τί τούτων ἐλεεινότερον οἷς ἐκ τῆς ἀπορίας ἡ βραδυτής; ὧν οἱ μὲν τοῦ χοῦ μετέλαβον | R II 565 <δείλης>, οἱ δ’ ἡλίου μέλλοντος δύσεσθαι, οἱ δὲ δεδυκότος, οὓς εἶναι χρῆν οἴκοι πρὶν ἥκειν μεσημβρίαν. νυκτὸς τοίνυν ἐν ὁδῷ καταλαβούσης τοὺς ταῦτα πεπονθότας τί τούτοις ἢ πόθεν ᾐ συμφορᾶς ἴαμα μήτ εἰς πανδοκεῖον αὐτοὺς εἰσάγοντος μηδενὸς βαλλαντίου, πῶς γὰρ τοῦ γε οὐκ ὄντος; τήν τε ἐν νυκτὶ πορείαν σφαλερὰν τῶν κακούργων ποιούντων τροφῆς τε οὐδα- μόθεν φαινομένης οὔτ’ αὐτοῖς οὔτε τοῖς ὄνοις. καὶ νόσους τοίνυν καὶ θανάτους εἰκὸς ἐκ τοῦ τοιούτου γεγενῆσθαι πολλάκις, εἰ δὲ καὶ μὴ ταῦτα, λύπην γε καὶ δάκρυα τούτων τε αὐτῶν καὶ τῶν τούτοις οἰκείων ἐν τῷ μὴ ἔχειν ἀλλήλους ὀδυρομένων.