οὐ τοίνυν οὐδὲ νῦν φόβῳ ταῦτα συγκεχώρηται οὐδὲ τῷ νομίζειν, εἰ μὴ βλάψαιεν τὰς βουλάς, ἀπολεῖ- σθαι, ἀλλ’ ᾔδεσαν αὑτοῖς ἰδίᾳ συνοῖσον τὸ τὰς βουλὰς ἔχειν ὡς ἔχουσιν. 21. Ἒστι τοίνυν αὐτοῖς καὶ τοιοῦτός τις λόγος, ὡς, εἰ καὶ σφόδρα αὐτοὺς βουλεύειν ἀναγκάσουσιν, ἔστι τὸ λῦσον καὶ πάλιν αὐτοῖς δῶσον τὸ μὴ λεύειν, ὥστ’ αὐτοῖς γέλωτα τὴν περὶ τοῦτο εἶναι πραγ- ματείαν. ἔστι δὲ πᾶν τοῦτο ψεῦδος. τὸν γὰρ ἐκ τῶν δικαίων ἃ περὶ τοῦτο ἔστιν εἰλημμένον καὶ κρίσει καὶ ψήφῳ τῆς βουλῆς γεγενημένον καὶ, τὸ ἔτι μεῖζον, τοῖς ὑμετέροις νόμοις τί τὸ λῦσον ἂν εἴη; ἐγὼ μὲν οἶμαι οὐδέν. εἰ δὲ δεῖ συγχωρῆσαι πάντα ἂν γενέσθαι χρημάτων, τό γε δικαίους εἶναι περὶ τὴν βουλὴν τούτοις γε ἐσώζετ’ ἄν, εἰ δι’ αὐτοὺς ἐγγραφέντες | R II 583 ἑτέρωθεν ἐξηλείφοντο. θήρασον αὐτός, κράτησον, εἰσένεγκε τῇ βουλῇ τὰ ὀφειλόμενα, γενοῦ χρήστης δίκαιος. ἂν δ’ ἀδικῇ τις ἄλλος, τό γε σὸν οὐκ ἐν 3 cf. t. III 105,8; IV 48, 14; 226, 11 R 4 cf. p. 480,15 3 τὴν om Re 4 προθήκην Re | ὃ Α ὅ Ρ sed ΄ add m2, ΙΒΜ | δὲ Re 7 βλέψαιεν Ι 8 αὐτοῖς AP sed in hoc ’ in ῾ corr m2, ΙΜ Bong | συνοῖσον τὸ Re συνοίσοντα libri Bong 11 ἀναγκάζουσιν Bong 12 λῦσον ΙΒ 17 λῦσον Ι 20 τούτοις γε om Α sed in marg add m2. Ρ sed praemisso κείμενον in marg scr m3, ΙΜ Bong | γ’ Re | ἐγγραφέν Ι 21 αὑτοὺς Ι 22 εἰσένεγκαι ΙΒ | βασιλῆ Ι αἰτίᾳ. οὐδὲ γὰρ ἢν τις ἀρρωστῶν δῆλος ᾖ πάντως τεθνήξων, ἀμελεῖται μὲν ὑπὸ τῶν ἰατρῶν, ἀμελεῖται δὲ ὑπὸ τῶν οἰκείων, ἀλλὰ καὶ πόνοι καὶ φροντίδες καὶ ἀγρυπνίαι καὶ φάρμακα, καὶ ὡς μὲν οὐδεμία των ὄνησις, ἔγνωσται, πᾶν δὲ ὅσον ἄξιον πρὸ τοῦ θανάτου πέπρακται. ὁρῶμεν δέ τοι καὶ τὰς ἀσθε- νεστέρας τῶν πόλεων τειχιζούσας ἑαυτὰς καὶ ταῦτα ἐπισταμένας, ὅτι τῶν μᾶλλον ἰσχυόντων ἐστὶ τὸ πρῶτα τὰ τείχη κατενεγκεῖν. ἆρα διὰ τοῦτο ζῶσιν ἀτείχιστοι; τί δ’ οἱ τῶν ἀφυεστέρων πατέρες οὐχὶ καὶ τούτους ἐν οἷς οὔκ εἰσιν ἐλπίδες, πέμπουσιν εἰς διδασκάλων δώσοντας μὲν χρήματα, ληψομένους δὲ οὐδέν; τί δὴ τὸ πεῖθον; τὸ μὴ βούλεσθαι δοκεῖν ἠμεληκέναι τῶν τῆς φύσεως νόμων μηδὲ παρέχειν λαβὴν τοῖς ἡδέως ἐπιτιμῶσιν, ὅτι ἄρα τὸ σφῶν αὐτῶν οὐκ ἐποίησαν <οὐχ> ὧν ἦσαν κύριοι παρεσχημένοι.