εἶτ’ ἐρωτῶσι τοὺς ἐπανα- πλέοντας τῶν ἐμπόρων, εἰ τῶν λαμπόντων εἰσίν, εἰ τῶν εὐδοκιμούντων, εἰ φίλοι γεγόνασί σφισιν οἱ τὴν Ῥώμην ἄγοντες, εἰ δι’ ἐκείνων αὐτοῖς ἀρχαὶ πλησίον. κἂν ἀκούσωσί τι τοιοῦτον οἷον βούλοιντ’ ἄν, εὐθυμία <καὶ> κρότος καὶ γεγόνασιν ἡδίους. κἂν ᾖ δῆλον αὐτοῖς, ὡς οὓς ἔχουσιν ἐν τῇ βουλῇ παῖδας, ὑπ’ ἐκείνοις ἔσονται | R II 543 καὶ θεραπεύσουσιν υἱεῖς πατέρων τοῖς αὑτῶν πα- τράσι δεδουλευκότων, θύουσι τοῖς θεοῖς καὶ συγχαί- ρουσιν αὑτοῖς τε καὶ τοῖς ἀπεσταλκόσι καὶ τοῖς ἀπε- σταλμένοις καὶ λέγουσι δὴ σαφῶς, ὡς ἐπανήξουσι τῇ βουλῇ φοβεροί. οἷς δὲ καὶ θυγατέρες εἶσέ, συνοι- κίζουσι μὲν αὐτὰς στρατιώταις, μέμφεται δὲ ὑμῶν οὐδεὶς 6 Lyc. Leocr. § 98 sq.; Eur. fr, 360 sq. N2 11 Dem. p. 1292, 2 1 δ’ edd 5 τὰ (1) om Bong 6 μὴ δὲ libri 8 δ’ Re 10 τί CMoAIB | καὶ — 11 ἐρωτῶσι in marg Μο2 11 τὸ CMoBM Bong | εἶτα IBM edd 15 βούλοιντο MoAP | καὶ inserui 18 θεραπεύουσιν MoIBM Bong Ι αὑτῶν Re αὐτῶν libri Bong 19 τοῖς om ΒΜ Bong 20 αὑτοῖς Re αὐτοῖς libri Bong 22 συνοικίζουσι scripsi συνοικοῦσι libri edd 23 αὐτὰς στρατιώταις scripsi αὗται στρατιώταις Α sed γρ αὐ- ταῖς στρατιῶται in marg, ΙΜ edd αὐταῖς στρατιῶται CMoPB | οὐδεὶς ὑμῶν ἡμῶν ἡ ΙΒΜ Bong τοὺς γάμους, τοῖς βουλεύουσι δὲ τέκτουσι παῖδας αἰ δοῦλαι. εἶτα ἐξελήλυθεν οὐσία τῆς βουλῆς δι’ ὑμε- ναίων καὶ Ῥώμης. ὁ δὲ τοιαῦτα εἰργασμένος πατὴρ διά τε τοὺς κηδεστὰς διά τε τὰς ἐλπίδας τίμιος. ὃν ἐχρῆν ἅπασι φορτίοις πιέζεσθαι καὶ μηδ’ ἀναπνεῖν ἐπι- τρέπειν αὐτῷ τῶν ἠδικημένων μηδένα δίκης τε εἵνεκα καὶ ὅπως εἴη τοῖς οὔπω τῇ βουλῇ λυμαινομένοις παράδειγμα. 31. Ἤδη τοίνυν τις ὑμῶν καὶ τοιοῦτόν τι πρὸς ταῦτα εἶπεν, ὡς ἀνεπίφθονον, εἴ τις ὀρέγοιτο βελτίονος σχήματος. τοῦτο δέ ἐστι τὴν πολιτείαν καθ’ ἣν ζῶμεν κινούντων. εἰ γὰρ ἐν ᾧ μέν τις ὑπὸ τοῦ νόμου τέτακται, τοῦτο καταλείψει, ζητήσει δέ τι μεῖζον, ζητῶν δὲ οὐκ ἀδικήσει, ὁ μὲν στρατιώτης Ι ἔξει τοῦ τα- R II 544 ξιάρχου τὴν τάξιν, τὴν τοῦ στρατηγοῦ δὲ ὁ ταξίαρχος. ἔσται δὲ ὁ μὲν ναύτης ἀντὶ τοῦ κυβερνήτου, ὁ δὲ χορευτὴς ἀντὶ τοῦ διδασκάλου, ὁ δ’ οἰνοχόος τὴν κύλικα ῥίψας κατακλινεὶς πίεται μετὰ τοῦ δεσπότου. διὰ τί δὲ καὶ τοὺς τὴν τάξιν λελοιπότας ἀπο- τυμπανίζουσιν οἱ στρατηγοί; ῥᾴδιον γὰρ κἀκείνοις εἰπεῖν, ὡς τὸ μὴ μάχεσθαι τοῦ κινδυνεύειν ἄμεινον. ἴσμεν τοὺς ἐπανισταμένους τοῖς βασιλεῦσι πολεμου- μένους καὶ δοκοῦντας θάνατον ὀφείλειν τὴν δίκην. 10 cf. Ι 482,16 17 Ar. Αν. 912 19 cf. p. 75,19 3 ταῦτα Μο 5 ἐχρῆν scripsi χρῆν libri edd | μὴ δ’ libri 6 εἵνεκα scripsi auctore Re („leg. ἕνεκα“ Anim; „malim εἴνεκα“ ed.) εἶναι libri edd 7 λυμηναμένοις? 10 ἀνε- πίφθονον — 11 σχήματος citat Macar f. 91 15 ταξιάρχου] στρατιώτου Β | τὴν (2) om ΒΜ Bong 17 χοροδιδασκάλου? | δὲ Μο Re 18 κάλυκα C | κατακλινὴς CMoPa sed in hoc γρ κατακλιθεὶς in marg m2, Bong 22 ἴσαμεν Μο (et VAt. 939)| πολέμους Pa sed γρ πολεμουμένους in marg m2 τοῦ χάριν; εἴποι ἂν ὁ πηδήσας ἐπὶ τὴν ἀρχήν· τὸ γὰρ κρατεῖν τοῦ κρατεῖσθαι καὶ τὸ προστάττειν τοῦ τὸ κελευόμενον ποιεῖν αἱρετώτερον εἶναι. τηροῦντα μὲν οὖν τὴν τάξιν ἥτις ἂν ᾖ λαμπρὸν ἐπ’ αὐτῆς εἶναι καὶ καλὸν καὶ εὔδαιμον, τὸ δ’ ἀφορμὴν ποιεῖσθαι λαμπρότητος τὴν εἰς τοὺς νόμους ἀδικίαν ποῦ καλόν; τὸ γὰρ δι’ ἀδικίας κτηθὲν πῶς ἂν εἴη δίκαιον; ἀνάγκη γὰρ ἐοικέναι τῇ ῥίζῃ τὸν καρπόν. ὁ δ’ ἐν μὲν τῷ μὴ βουλεύειν ἀδικῶν, ἐκ δὲ τοῦ τοῦτο φεύγειν ἐπ’ ἀρχὴν ἥκων ἴστω τὸ καλὸν τοῦτο κακὸν <ἔχων> τῷ ἐσχηκέναι.