ἔρχονται δὲ καὶ εἰς ἀγρούς, οὐχ ὡς πρότερον μετὰ R II 506 τῶν τέκνων, ἀλλ’ ἀποδωσόμενοι μετὰ τῶν | ὠνησο- μένων. καὶ τράπεζα αὐτοῖς κοινὴ παρατίθεται, τὴν τιμὴν δὲ τῆς γῆς φόρον ὁ πεπρακὼς γιγνομένην ὁρᾷ. ἐξιὼν δὲ τῶν πατρῴων, ἔστι δ’ οὗ καὶ παππῴων, πων εἰς τοὺς ἐκείνων τάφους καὶ τιμῶν τοῖς διὰ τῶν χειρῶν φιλήμασι συγγνώμην ἔχειν ἀξιῶν ἀπέρχεται. εἶτα φροντὶς ὑπὲρ τροφῆς αὐτῷ τε καὶ γυναικὶ καὶ παισίν, εἶτα οὐδαμόθεν φαινομένης ἡ τοῦ προσαιτεῖν ἀνάγκη.