λαμβάνοντες οὖν οἱ πράκτορες ἀντὶ καρπῶν ματα ἀναστρέφουσιν εἰς ἄστυ τῷ περὶ τοῖς ἱματίοις αἵματι δηλοῦντες ἃ πεπόνθασι. καὶ τὸν μὲν θυμού- μενον οὐκ ἔχουσιν, ἡ γὰρ τοῦ τὸν μισθὸν εἰληφότος δύναμις οὐκ ἐᾷ, ἀκούουσι δὲ οἱ δυστυχεῖς, ὅτι χρὴ καταβάλλειν ἢ μαστιγουμένους ἀπειπεῖν. οἱ δὲ οὔσης μὲν ἀνάγκης τοῦτο ποιεῖν, τὰ δὲ παρὰ τῶν ἀγρῶν ἀπεγνωκότες καὶ δεδιότες ἕτερα τραύματα, χρυσίου δ’ οὐκ ὄντος οὐδ’ ἀργυρίου πωλοῦσι μὲν θεραπαίνας θρηνοῦντες, πωλοῦσι δὲ ἀκολούθους, τροφέων υἱούς, ἀντιλαμβανομένους τῶν τοῦ πωλοῦντος γονάτων.