δεινά σοι ταῦτα φαίνεται, βασιλεῦ, ἀλλ’ οὐ τὰ μέγιστα ἀκήκοας, εἴπερ αἰγῶν τε καὶ προβάτων μεῖζον αἰ θυγατέρες, ὧν οὐδὲ αὐτῶν ἀπἐ- χονται. τί οὖν ἔτι δεῖ λέγειν πληγὰς καὶ ὕβρεις καὶ ὡς γυναῖκες γυναῖκας ἕλκουσι λαβόμεναι τῶν τριχῶν, καὶ ὡς φρέατα ἄχρηστα καθιστᾶσι τοῖς ἔχουσι τοῖς ὑφ’ αὑτῶν ἐμβαλλομένοις καὶ ὡς ποταμῶν ἀποστεροῦσι καὶ διὰ τούτων <καὶ> κήπων, τρέφοντες οἱ μὲν πλείους, οἱ δὲ ἐλάττους ἐν μέσαις ταῖς κώμαις καθημένους τὰ πολλὰ καὶ κοιμωμένους ἐπ’ οἴνῳ πολλῷ καὶ κρέασιν, ὅπως, εἴ τις τῶν ἀδικουμένων ἀλγήσας ἀμύνοιτο, πληγὴ δ’ εἰσέλθοι καὶ ἐπὶ στρατιώτην, εἶτα R II 503 τοῦτ’ ὄλεθρος εἴη τῷ | πατάξαντι μηδαμόθεν ὄντος αὐτῷ μηδενὸς λόγου; δεῖν γὰρ αὑτὸν ὑποσχεῖν ἐν ἁπάσῃ μέθῃ στρατιώτῃ πάντα ἀνεχόμενον καὶ μηδὲν ἐνταῦθα εἶναι τοὺς νόμους.