δέομαι δή σου κυρῶσαι τῇ τῶν οὐ πεισθέντων τιμωρίᾳ τὸν νόμον. ἢ τί τὸ κέρδος τῶν γραμμάτων, ὅταν μηδὲν διαφέρῃ τῶν γεγραμμένων ἀνθρώπων παρ’ ὧν γένοιτ’ ἂν οὐδέν; τουτὶ δὲ ζημία μὲν τοῖς βασι- λευομένοις, οὐ καλὸν δὲ τῷ θέντι τὸν νόμον τοῦ δόξαντος ὄντος ἀκύρου. ἀλλ’ ὁ μὲν τὸν τοῦ δεῖνος ὑπερβὰς νόμον δώσει δίκην, ὁ δὲ σὸν ἀθῷος ἄπεισιν; καὶ τοῖς μὲν ἄλλοις ἐμμενεῖ τοῖς σοῖς, τούτου δὲ κρείττων ἔσται τῆς αὐτῆς καὶ γνώμης ὄντος καὶ | R II 525 πορφύρας;