ἡδέως δ’ ἂν ἠρόμην αὐτοὺς ἐναντίον τοῦδε τοῦ θρόνου, τί καὶ βούλεται τὸ πλῆθος αὐτοῖς τούτων τῶν χρημάτων καὶ τίς ὁ νοῦς τῶν σωρῶν. οὔτε γὰρ θυγατέρας λέγοντες λέγοιεν ἄν τι οὔθ’ υἱοὺς οὔτε γάμους ἢ ’κείνων ἢ τούτων οὔτε καιρὸν εἰς ὑπά- τους ἄγοντα οὐδ’ ἄλλην ἄμεμπτον δαπάνην οὐδεμίαν. ἀναγκάζετ’ οὖν ἐπ’ ἐκείνην ἰέναι καὶ τὸν οὐ βουλό- μενον, ἣν οὐδὲ ὄναρ ἐννοεῖν ἀσφαλές. οὕτως εἴ τις ὑμᾶς ἐν ἐλάττοσι ποιήσειεν, εὐεργέτης ἂν εἴη μᾶλλον ἢ εἰ πάντα δοίη.