μὴ τοίνυν μηδὲ τοῖς στρατηγοῖς ὁδὸς ἀνεῴχθω κερδῶν κακῶν μηδὲ τὸ μὲν τούτων ὁράτω τις, τῆς δὲ τῶν ὀλίγα κεκτημένων μερίδος ἀμελείτω, οὐδὲ γὰρ τοῦτο σώζει Ῥωμαίοις τὴν ἰσχὺν καὶ τοῖς πολεμίοις τὸν φόβον, ἐὰν καθ’ ἡμέραν τε καὶ νύκτα καινῶν δέῃ κιβωτῶν τοῖς στρατηγοῖς διὰ τὸν ἐπιρρέοντα πλοῦ- τον, οὐ γὰρ πλούτῳ γένοιτ’ ὂν στρατηγικώτερος, ἀλλ’ ἀρετῇ καὶ τέχνῃ καὶ δόξης ἔρωτι καὶ τῷ μᾶλλον ψόγον δεδιέναι θανάτου.