οὐδὲ γὰρ οἰκέτην ἄξιον δίκης ἐφ’ οἷς ἔπαθεν ἀξιοῦντα τυχεῖν εἰς τὸν δεῖνα καὶ τὸν δεῖνα βλέπειν καὶ παραστάντα ἱκετεύειν τὸν οὐ κύριον ἀφέντα τὸν δεσπότην. οὐδὲ γὰρ ἅπας ἔτ ἄν εἴη τοῦ δεσπότου, ἀλλ’ οὐκ ἂν μικρὸν μέρος τοῦ βεβοηθηκότος ποιοῖ μερίζων μὲν τὴν εὐνοίαν, μερίζων δὲ τὰ τοῦ σώματος. καὶ γὰρ καὶ τοῦτον ἐχρῆν βάνειν μὲν δίκην, λαμβάνειν δὲ διὰ τοῦ δεσπότου· τὸ δὲ δι’ ἄλλου κἂν ἀποστερήσαι τοῦ δούλου πολλάκις τὸν δεσπότην καταπεφρονημένον ἐκ τῆς παρ’ ἄλλου 15 βοηθείας. 22. Τί οὖν, φησίν, εἰ τῆς χρείας ἐλάττων ὁ τὸν ἀγρὸν ἔχων εἴη καὶ δέοι δυνατωτέρας R II 515 κεφαλῆς; ὁ μὲν λεγέτω πρὸς ἐκεῖνον, ἐκεῖνος | δὲ πρὸς τοῦτον, καὶ σὺ μὲν ἐκείνου, τούτου δὲ ἐκεῖνος δείσθω. καὶ σύ τ’ ἂν ὠφελοῖο ταύτῃ βλάπτοιτό τ’ ἂν οὐδ’ ἐκεῖνος πεπηγυίας τῆς περὶ ταῦτα τάξεως. οὐ γὰρ δὴ τοῖς μὲν περὶ τὴν γῆν τούτοις καὶ πόρρω τῶν πόλεων καὶ βουσὶ συζῶσιν ἐπείθοντ’ ἂν καὶ συνἐ- πραττον, τοῖς δὲ ἐκείνων κυρίοις οὐκ ἂν προσεῖχον οὐδ’ ἂν τὸ μὲν παρ’ ἐκείνων λαβεῖν ἡγοῦντο καλόν, 1 καὶ om Got 2 μὲν om Re | δοκῆ CIBM 8 ἀφέντα P sed αφε in ras m2 10 ποιοῖ scripsi auctore Re ποιεῖ libri edd 13 ἀποστερῆσαι Ρ sed ~ a in corr m5, Ι Got 14 καταπεφρονημένον Ρ sed ὁ (2) in ras m2 18 κεφαλῆς; Got κεφαλῆς libri | ἐκεῖνος] ὁ Β 10 δ’ Re 20 τ’ἂν PI (1) | τ’ (2) Re δ’ libri Got | post ἂν ras 2 litt Ι 21 πεπηγνίας Ρ sed υι in ras m5 22 δεῖ Ι | τὴν om ΙΒΜ | πόρρωι Α 23 ζῶσιν Ι 24 δ’ Re τὸ δὲ παρὰ τούτων οὐ καλὸν καὶ ταῦτα ἴσον ὄν. ἔστι δ’ οὐχ ὅμοιον τοὺς δεσπότας ὑπὲρ τῶν μένων δοῦναι τοῖς δυναμένοις ἤ τοὺς ἐργάτας ἐπὶ τοῖς δεσπόταις. τὸ μὲν γὰρ βεβαιοῖ τὰ ὄντα τοῖς ἔχουσι, τὸ δ’ οὐκ ἐᾷ θαρρεῖν ὡς ἐπὶ σαθροῖς.