τίνος δὴ <παῦσαι> ταυτασὶ τὰς τίνος τηρῆσαι τοῖς ἐκδεξαμένοις τοὺς ἀγρούς; σόν, βασιλεῦ, τὸ ἔργον. | παρὰ σοῦ προσήκει τὸ δῶρον R II 513 ἐλθεῖν. σὸν καὶ παθεῖν τι καὶ ἰάσασθαι καὶ μὴ τὸν ζῆλον ἕρποντα περιιδεῖν. μᾶλλον δὲ πολὺν μὲν ἤδη τοῦτο περιῶπται χρόνον, δεῖ δὲ αὐτό που καὶ στῆναι. 19. Ἐρήσεται τοίνυν μέ τις ὑπὲρ τῶν γεωργῶν, εἰ μὴ ἐξέσται βοηθείας ἑαυτοῖς πορίζειν. τὰς μὲν οὐκ ἀδίκους φαίην ἄν, τὰς δὲ κακὰς οὐδαμῶς. πρώτην μὲν τὴν παρὰ τῶν θεῶν, ἣ γένοιτ’ ἂν εὐχαῖς τε καὶ θεραπείαις· ἔπειτα τὴν δι’ ὑδάτων βλαπτόντων μὲν ἀπωθουμένων, μελλόντων δὲ ὠφελεῖν ἐπαγομένων. ἔστι καὶ τοὺς κυρίους τῶν κτημάτων πρὸς αὑτοὺς ποιῆσαι φιλανθρωποτέρους, ὡς τὰ μὲν ὀφείλουσιν ἀφεῖναι, τὰ δὲ καὶ δοῦναι, ἤντ’ αὖ δίκης που πρὸς ἀλλήλους δέωνται, τοῦτον εἰσιέναι, πλὴν εἴ τι δέοιτο μείζονος.