ὂν ἠξίουν ἔγωγε μᾶλλον δεδιέναι τὸ λυμαίνεσθαι τοῖς δικαίοις ἢ τὸ πυθέσθαι τινάς, ὡς αὐτὸς ταῦτα κελεύσειεν. ἃ εἰ μέν ἐστι δίκαια, τί ἂν αἰσχύνοιτο; εἰ δὲ ἄδικα, τί τῶν τοιούτων ἐπιθυμεῖ; εἰ δ’ οὐδὲ ἐμοὶ τὸ δίκαιον ἐσώθη τῷ πλεῖστα δὴ περὶ λόγους κάμνοντι καὶ γράμμασι δὴ παρὰ σοῦ κεκοσμημένῳ καὶ τὴν τῶν πεφοιτηκότων ἕξοντι λύπην, τὶ χρὴ περὶ τῶν ἄλλων οἷς οὐδὲν των ἔστιν, ὑπολαμβάνειν; R II 512 17. Ταυτὶ | μὲν οὖν εἰς ἀπόδειξιν εἴρηταί μοι τοῦ ταῖς ἀποστροφαῖς ταυταισὶ ταῖς τῶν γεωργῶν πολλοὺς οἴκους διασείεσθαι. καθ’ ἑκάστην γὰρ δὴ πόλιν τοιοῦτοι μὲν γεωργοί, τοιαῦται δὲ θύραι, οῦτοι δὲ μισθοί, τοιαῦται δὲ συνθῆκαι, τοιαῦτα δὲ κέρδη, τοιαῦται δὲ ζημίαι, τοιαῦται δὲ εὐφροσύναι, τοιαῦται δὲ κατήφειαι. καὶ γὰρ ἐκ τῶν ἄλλων ἀγρῶν οἷς ὁδὸς οὐκ ἔνι τὰ τοιαῦτα ὑβρίζειν, γυναῖκας κατα- λιπόντες οὐκ ὀλίγοι καὶ τέκνα φέρονται πρὸς τοὺς ἰσχύοντας ἐκείνους, τοὺς τοιούτους πύργους, ἀπολαύ- σοντες τῆς παρανόμου δυνάμεως. κἂν ὁ κατηγορῶν γένηται τῶν τοῦ στρατηγοῦ τις, αὐτῷ μέλειν εἰπὼν 8 cf. t. Ι 241,13; III 87,10; 359,11; Eunap. vit. Lib. t. Ι 7,23 sq. cum nota mea 13 cf. t. II 434,20 15 cf. p. 411,2 3 ὃ Re 4 τοῖς δικαίοις Ρ sed τοῖς δι in ras m2 7 δὲ Re | οὐδ’ ΙΒΜ Got | τὸ Α sed ὁ in ras 13 ἀποστρο- φαῖς Α sed σ eras, Re ἀποτροφαῖς reliqui libri Got | ταῖς om Β 14 καθεκάστην Ι | δὴ om Β 15 θύραι in θῆραι corr Μ2 16 τοιοῦτ(??) μὲν Ι 17 δ’ Re 19 τὰ om IBM 20 καὶ om Got 23 μέλλειν C τοῦ κατηγορουμένου καταπαλαίσας τὸν αἰτιασάμενον ἀπῆλθε.