XLVII. ΠEPI ΤΩΝ ΠΡΟΣΤΑΣΙΩΝ. R II 499 εἰ μή σε ἑωράκειν ἐν πολλῷ μὲν χρόνῳ, μυρίοις δὲ πράγμασιν, ὦ βασιλεῦ, χαίροντά τε τοῖς τῶν ἀρχομένων ἀγαθοῖς καὶ βουλόμενον μηδένα παρὰ μηδενὸς ἀδικεῖσθαι, τάχα ἂν ἐμαυτῷ παρῄνεσα τὴν ἡσυχίαν ἄγειν καὶ τὸν οὐχ ἡδέως ἀκουσόμενον οὐκ ἂν ἐλύπουν οὐδ’ ἠνώχλουν· ἐλπίδας δέ μοι τοῦ σοῦ παρέχοντος τρόπου καὶ χαριεῖσθαί μέ σοι τοῖς ῥηθησο- R II 500 μένοις καὶ πείσειν καὶ δόξαν εὐνοίας Ι οἴσεσθαι χαίρων τε καὶ προθύμως ἐπὶ τὴν συμβουλὴν ἥκω τὴν σὴν μᾶλλον ἢ ἐμὴν δόξουσαν εἶναι τοῦ τὴν ἰσχὺν τοῖς εἰρημένοις δεδωκότος τῷ προσθεῖναι τὸ ἔργον, οὗ χωρὶς μάταιος ἂν ἦν ὁ λόγος.