τοῦτον οὖν οὐ προσεροῦμεν ἀνδροφόνον, δι’ ὅν οἴχονταί τινες, ὅτι μὴ ξίφει τοῦτ’ ἔδρασεν; ἀλλ’ αὐτὸ δὴ τοῦτο καὶ τὸ δεινότερόν ἐστι. τίς γὰρ οὐκ ἂν ἕλοιτο τῶν ἐπὶ θάνατον ἀγομένων οὕτω μᾶλλον ἢ ’κείνως ἀποθανεῖν; Ι πᾶς ἄν, πλὴν εἰ τις τὴν ἐν R II 468 ταῖς πληγαῖς διατριβὴν μιᾶς τομῆς ὀξείας κουφότερον ἡγεῖται. ἐγὼ δὲ καὶ τῶν ἐν ταῖς ὁδοῖς ἀποκτιννύντων τοὺς ξίφει τῶν διὰ μακρῶν ἀλγημάτων ἡγοῦμαι μετρι- ωτέρους. ὁ δ’ οὓς δίδωσιν ὁ νόμος ἀποκτείνας οὐκ οἰόμενος εἶναι φονεύς, διότι μὴ σιδήρῳ, διπλῇ τὸν νόμον ἀδικῶν ἴστω, καὶ τοῦ ζῆν ἀποστερήσας καὶ λυπη- ροτέρῳ τρόπῳ. Περσῶν δὲ Ῥωμαῖοι πολλοῖς τε ἄλλοις βελτίονες καὶ τῷ τελευτῆς τρόπον εὑρεῖν ταχὺν οὐκ ἐπὶ πολὺν ἐκτεινόμενον χρόνον. σὺ δὲ πληγαῖς ἀνα- λώσας ὂν οὐκ ἀπέκτεινας ξίφει, καθαρὸς εἷναι λέγεις; καὶ τίς ἀνέξεται; 2 t. II 552,16. Luc. Dips. 5. Hist. conscr. § 7 7 cf. t. II 428, 9 sq.; 393,1 sq. 16 cf. t. Ι 198, 2 1 ἂν γεγενῆσθαι Β 5 ἐγνώρισεν V ἐνόμιζεν Mor 7 ὀνο- μάζεσθαι Ι 9 ὡς οἴονταί τινες Μορ sed in marg γρ. δι’ ὃν οἴχονταί τινες 12 ’κείνως reposui e CAP sed in hoc ’ eras, BV κείνως reliqui libri edd 16 ὁ δ’ οὓς om in lac 4—5 litt Β | ὅ C | οὓς Re οὖν libri Mor sed in hoc γρ δίδωσιν | ὁ νόμος] ὁμοίως Mor 17 διπλῆ ΡΙΒ cf. ad p. 142,6 20 τοῦ Mor 10. Ἠδίκουν γάρ, φησίν, οἱ κάπηλοι περὶ τὰ μέτρα τοὺς πίνοντας. ἀδικούμενοί γε, ὦ βασιλεῦ, παρὰ τῶν πινόντων καὶ αὐτοὶ οὐ πάντων μέν, οὐκ ὀλίγων δέ. εἰ μὲν οὖν ἠδίκουν οὐκ ἀδικούμενοι, δίκης ἄξιοι· εἰ δ’ ὑπὸ τοῦ πάσχειν κακῶς ἐποίουν, τίς οὐκ ἂν συγγνοίη; οὐ γὰρ βουλομένων τοῦτο ἦν, ἀλλ’ ἠναγκασμένων. οἷς δέ ἐστι καταφυγὴ καὶ τὸ παραιτη- σόμενον, οὐ φονευτέον.