καὶ πρῶτος ἐκεῖνος ἐτόλμησε πληγαῖς ἐργάσασθαι θάνατον, οὗ μαθητὴν ἔσχε Τατιανόν, ἐκεῖνος δὲ τὸν υἱόν. καὶ ᾤμην γε τον ἐγὼ τοῖς ἐκείνων αἰσχυνόμενον μηδετέροις ἕψεσθαι μηδ’ ἀντ’ ἀνθρώπου θηρίον ἔσεσθαι, ὁ δ’ ἄρα ἐνόμιζεν 22 cf. ad p. 41,7. Zos. IV 45 Cf. Sievers p. 266 3 αὐτοῦ CIV Mor 6 ὅσα scripsi e V ‘ἂν Α ἂν reliqui libri Mor ἃ ἂν Re 8 τὴν (2) om Β 10 αὐτοῦ C 13 τῶν εἰλημμένων Mor 14 ἤγχοντ’ Re ἴχοιντ᾿ Mor 17 πέντε καὶ δέκα CA edd | ἐκ post πεντεκαίδεκα CV, lac. 3 litt Ρ, 8—9 VaB λέπει ἠεκ in marg Α 21 ἐργάζεσθαι Re 23 ἐκεῖνον Ι 24 μὴ δ᾿ APIBV | ὅ ΙΒV οὐδ’ ἄρχων γεγενῆσθαι μὴ τοιαῦτα ποιήσας. ἐφ’ ἃ καλούμενοι παρὰ τῶν ἑκάστοις οἰκείων παῖδες ἰατρῶν ὁρῶντες τοὺς ὀρωρυγμένους ὑπὸ τῶν μαστίγων ἐν τοῖς σώμασι βόθρους ἀνεπήδων ὡς οὐδὲν ἔχοντες ἀπο- χρῶν. καὶ τότ’ ὄντως ἄρχειν ὁ θαυμάσιος ἐνόμισεν, ὅτε ταῦτ’ ἐπύθετο. αἰσχρὸν γάρ, ὡς ἔοικεν, ἡγεῖτο τὸ μετὰ σοῦ φιλάνθρωπος καὶ εἶναι καὶ καλεῖσθαί. τοῦτον οὖν οὐ προσεροῦμεν ἀνδροφόνον, δι’ ὅν οἴχονταί τινες, ὅτι μὴ ξίφει τοῦτ’ ἔδρασεν; ἀλλ’ αὐτὸ δὴ τοῦτο καὶ τὸ δεινότερόν ἐστι. τίς γὰρ οὐκ ἂν ἕλοιτο τῶν ἐπὶ θάνατον ἀγομένων οὕτω μᾶλλον ἢ ’κείνως ἀποθανεῖν; Ι πᾶς ἄν, πλὴν εἰ τις τὴν ἐν R II 468 ταῖς πληγαῖς διατριβὴν μιᾶς τομῆς ὀξείας κουφότερον ἡγεῖται. ἐγὼ δὲ καὶ τῶν ἐν ταῖς ὁδοῖς ἀποκτιννύντων τοὺς ξίφει τῶν διὰ μακρῶν ἀλγημάτων ἡγοῦμαι μετρι- ωτέρους. ὁ δ’ οὓς δίδωσιν ὁ νόμος ἀποκτείνας οὐκ οἰόμενος εἶναι φονεύς, διότι μὴ σιδήρῳ, διπλῇ τὸν νόμον ἀδικῶν ἴστω, καὶ τοῦ ζῆν ἀποστερήσας καὶ λυπη- ροτέρῳ τρόπῳ. Περσῶν δὲ Ῥωμαῖοι πολλοῖς τε ἄλλοις βελτίονες καὶ τῷ τελευτῆς τρόπον εὑρεῖν ταχὺν οὐκ ἐπὶ πολὺν ἐκτεινόμενον χρόνον. σὺ δὲ πληγαῖς ἀνα- λώσας ὂν οὐκ ἀπέκτεινας ξίφει, καθαρὸς εἷναι λέγεις; καὶ τίς ἀνέξεται; 2 t. II 552,16. Luc. Dips. 5. Hist. conscr. § 7 7 cf. t. II 428, 9 sq.; 393,1 sq. 16 cf. t. Ι 198, 2 1 ἂν γεγενῆσθαι Β 5 ἐγνώρισεν V ἐνόμιζεν Mor 7 ὀνο- μάζεσθαι Ι 9 ὡς οἴονταί τινες Μορ sed in marg γρ. δι’ ὃν οἴχονταί τινες 12 ’κείνως reposui e CAP sed in hoc ’ eras, BV κείνως reliqui libri edd 16 ὁ δ’ οὓς om in lac 4—5 litt Β | ὅ C | οὓς Re οὖν libri Mor sed in hoc γρ δίδωσιν | ὁ νόμος] ὁμοίως Mor 17 διπλῆ ΡΙΒ cf. ad p. 142,6 20 τοῦ Mor 10. Ἠδίκουν γάρ, φησίν, οἱ κάπηλοι περὶ τὰ μέτρα τοὺς πίνοντας. ἀδικούμενοί γε, ὦ βασιλεῦ, παρὰ τῶν πινόντων καὶ αὐτοὶ οὐ πάντων μέν, οὐκ ὀλίγων δέ. εἰ μὲν οὖν ἠδίκουν οὐκ ἀδικούμενοι, δίκης ἄξιοι· εἰ δ’ ὑπὸ τοῦ πάσχειν κακῶς ἐποίουν, τίς οὐκ ἂν συγγνοίη; οὐ γὰρ βουλομένων τοῦτο ἦν, ἀλλ’ ἠναγκασμένων. οἷς δέ ἐστι καταφυγὴ καὶ τὸ παραιτη- σόμενον, οὐ φονευτέον. τί οὖν ἀδικοῦνται, βούλει μαθεῖν, ὦ βασιλεῦ; πολλαὶ μὲν αἰ ἀρχαί, ἔνι δὲ καθ’ ἑκάστην φάλαγξ, καὶ τούτων αὖ καθ’ ἑκάστην κήρυκες, | R II 469 ἡμεροδρόμοι, βασανισταί, ἔνι δὲ καὶ ἄλλα ἄττα ἔργα ποιοῦντα προσηγορίας. οὗτοι δὴ πλῆθος ὄντες εἰσπίπτοντες εἰς τὰ καπηλεῖα πολλάκις ἑκάστης ἡμέρας πίνουσιν ὅσον ἂν μέθην ποιήσειεν, οὐκ οἶνον μόνον, ἀλλὰ καὶ ἃ τούτῳ ἐν μίξει. ἀριθμεῖ δὲ οὐδεὶς τὰ ἐκπώματα, οὐκ ἀνήρ, οὐ γυνή, οὐχ υἵός, οὐ θυγάτηρ, ἀλλ’ ἢ δεῖ σιγᾶν ἢ ἀπολωλέναι. τοῖς γὰρ αὑτῶν χρῆ- σθαι λέγουσι καὶ εἶναι δεσπόται τῶν τε πίθων ὁμοίως καὶ ὧν εἰσιν οἱ πίθοι. οἱ μὲν οὖν ἐπιεικέστεροι τὸ ἔκπωμα καταθέντες καὶ προειπόντες οἶνον ἀμείνω περισκοπεῖν ἀπῆλθον, οἱ δ’ αὐτοῖς ἐκπώμασιν. ὀβολὸς δὲ οὐδὲ παρ’ ἑτέρων, ἀλλ’ ὁ μὲν κάπηλος ὠνεῖται, οἱ δ’ ἐμπίμπλανται δόντες οὐδέν. εἶθ’ οἱ μὲν ἀπῆλθον, 7 cf. Thuc. Ι 90,2 cum nota Kruegeri 4 οὐκ ex οἱ corr Α2 7 δ’ Re Ι παραιτούμενον Mor 10 ἂν V 11 ἄττα CA edd quod correxit Boissonadius Not. et Extr. XI 2, 155 12 ὄργανα Mor Ι λοιδορίας coni Mor 15 ἃ inserui Ι τούτῳ scripsi τούτοις libri edd οὐχ οὖτοι μόνον, ἀλλὰ καὶ ὅστις συμμίξῃ (vel αὐτοῖς συμμίξῃ) coni Re 16 οὐ (2) —18 λέγουσι om Β 17 αὐτῶν I Mor 21 οἳ A P sed ‘e’ corr m3, IBV Ι δὲ Re 22 οἳ Α IBV ἐμπί- πλανται CIBV MoR cf. t. Ι 442, 10; II 209, 1; 258, 13 οἱ δ’ ἦλθον. δεῖ δὲ προκεκρίσθαι τῶν διδόντων τὸν τῶν προῖκα πινόντων φόβον. βαλαντίου δὲ οὐ μένου πολὺ τὸ πινόμενον. πίνει δὲ οὐκ αὐτός τις μόνος, ἀλλὰ καὶ ὃν εἰσάγει νῦν μὲν συγγενῆ, νῦν δὲ συνήθη. τούτους ἀρίθμει, βασιλεῦ, τοὺς ὑπὸ τῷ τὸ ἔθνος ἄγοντι, τοὺς ὑπὸ τῷ πλείονα, Ι τοὺς ὑπὸ R II 470 τῷ στρατηγῷ καὶ μηδὲ δύ’ ἄρχοντε πίνοντε παραλίπῃς, οἷς ἀγροὶ τὰ ἐργαστήρια μικροῦ πάντα. ἀφ’ ὧν γὰρ ἕκαστοι πωλοῦσι λαμβάνουσι τῷ λογιστῇ προσγινομένου τοῦ συνδίκου. τὸν δὲ ἐγκαθήμενον λόχον τί οἴει; ἆρα ἀγαπᾶν τῇ παρὰ σοῦ τροφῇ; καὶ τίς οὐκ οἶδε τὴν ἁρπαγὴν ἣν ὁ πωλῶν ἐπισχεῖν μὲν οὐκ ἐπιχειρεῖ, μὴ παροξύνῃ, δεῖται δὲ ἐλάττω γενέσθαι; οὗτοι δὲ οἱ στρατιῶται πάνθ’ ἁπλῶς ἐπέρχονται πανταχόθεν ἕλκον- τες καὶ εἰ μὴ κρέας ἤ τι τῶν τοιούτων ἔνι, φέροντες ἀργύριον.