ἄνδρα τοίνυν δεξιὸν ἐπὶ πλεῖστον ἥκοντα νοῦ καὶ βιβλίων [τε] γέμοντα καὶ πλεῖστα διῳκηκότα καὶ ὡς οὐκ ἂν ἕτερος καὶ τὴν ἀγορὰν διὰ πάντων ἀμείνω πεποιηκότα ἐμπειρίᾳ τε τῇ περὶ ταῦτα καὶ δικαιοσύνῃ, τὸν δὴ τοιοῦτον ὑβριζόμενον ἐν τῷ θεάτρῳ παρὰ τῶν αὑτοὺς πεπρα- κότων τοῖς ἐχθροῖς τοῖς ἐκείνου προὔδωκεν ἀσελγέσι καὶ τρόποις καὶ ῥήμασι καὶ νόμοις ἐναντίοις. καίτοι χρῆν ἑπόμενον ἀρχόντων εὐδοκίμων παραδείγμασι συλλαβεῖν τινας τῶν ὑβριστῶν, ἀγανακτῆσαι , δίκην λαβεῖν τοῦ θράσους παρ’ ἀνθρώπων ὑπὸ τῆς τῶν ὀρχηστῶν πορνείας τρεφομένων, μὴ τῶν ἔργων πιστο- τέρας νομίσαι τὰς βλασφημίας. καίτοι καὶ εἰ τι δί- καῖον ἦν ἐν τοῖς κατ’ αὐτοῦ λεγομένοις, οὐ τὸ θέατρον ἦν χωρίον τουτοισὶ τοῖς δικαίοις, ἀλλ’ ἴσμεν οὗ τὰ τοιαῦτα ἐξετάζεται. τούτου δὴ λαχόντα δίκην ἐπὶ τὸν ἔλεγχον βαδίζειν ἔδει καὶ δεικνύντων μὲν ἀδίκημα κακὸν νομίζειν τὸν ἐξεληλεγμένον, καταψευσαμένων δὲ πάλιν ἀπαιτεῖν δίκην τὴν τῆς συκοφαντίας.