φιλοῦντος ἦν τὸ ἀρχόμενον μὴ τοῖς δικαζομένοις 15 cf. t. II 324,7 17 cf. Lync. apud Athen. VI p. 246a 1 αὑτῶν Ρ sed ‘ in ras m2 αὐτῶν CIBV 2 ἄπιτε voce Mor desinit | τελευτὴ C τελευτὴ Ρ 10 αὑτοῦ Ρ sed ‘ in ras m2, Re αὐτοῦ αὐτοῦ reliqui libri | στάδιον reposui e libris παιδίον Re 13 ταὐτῷ vel ἀπόπτῳ coni Re 16 βροντῶν Ρ sed ρον in ras m2 20 πόνον reposui e libris (πόνου Β) πόνων Re | οὑ scripsi οὐ libri ἦς Re ποιῆσαι τὸ δικαστήριον ὑφάλων χαλεπώτερον. τίς γὰρ ἂν ἐνέγκαι τοσούτων ὑπηρετῶν στόματα νικῶντα τὰ τῶν λύκων; πάντων μὲν λαβεῖν ἀξιούντων, μετρίου δὲ οὐδενὸς ἀρκοῦντος, ἀεὶ δὲ τοῦ πλείονος ζητουμένου μένει μὲν οὐδεὶς ὅρος τῶν πάλαι σταθέντων, ἐπέκλυσε δὲ τοὺς ψήφου δεομένους ἡ δι’ ὧν τε πορεύονται περὶ τὰ κέρδη μανία ὅ τε κορυφαῖος τῶν λῃστῶν τὸν ἔνα τέτταρας εἰργασμένος ὥσθ’ οἱ μὲν πλήρεις στα- τήρων ἀπιόντες τῇ χειρὶ τοῦτον ὑμνοῦσιν, ὁ δὲ τῆς χλαμύδος εἰς τοῦτο χρῄζων διψῶν ὅμως ἀπέρχεται. καὶ δοκεῖς δὴ μετέχειν τῆς συλλογῆς· μὴ γὰρ ἂν ἀνα- σχἐσθαι τοσοῦτον κακὸν μὴ κοινωνίας οὔσης. 43. Τοιοῦτος ἡμῖν ὁ τῶν καπήλων παιδευτὴς ὁ τὰ μικρὰ μὲν ὁρῶν, τὰ μείζω δὲ οὐ βουλόμενος. καὶ εἰ μὲν ἠγνόει τὴν περὶ ταῦτα ἀσέβειαν, καὶ οὕτω μὲν ἂν ἡμάρτανεν οὐκ εἰδὼς ἃ προσῆκεν, ἦν δ’ ἂν ἴσως τι καὶ συγγνώμης· νῦν δ’ εἰσὶν οἱ πρὸς αὐτὸν εἶπόν τε καὶ διηγήσαντο καὶ παρῄνεσαν αὑτοῦ φροντίσαι | καὶ βοηθῆσαι τῷ δικαστηρίῳ λέγοντες, ὡς ὠμότεροι R II 492 τῶν ἐν ταῖς ἐρημίαις κακούργων εἰσὶν οἱ λαμβανόμενοι τῶν ὑπὲρ δικῶν δεῦρο ἀφικνουμένων μελλόντων τε ἀγωνιεῖσθαι καὶ μετὰ τὴν γνῶσιν. ὁ δὲ ταῦτα ἀκούων πλάττει μῦθον ὅς οὕτως ἐστὶν ἀπίθανος, ὥστ’ οὐδὲ παῖδα ἂν λάβοι. καί φησιν οὐχ αὑτοῦ ταῦτα εἶναι, τῶν δὲ κεκελευκότων.