Καὶ φιλῶ δή, φησί, τὴν πόλιν. πάνυ γε, ὡς ἔδειξεν ἀπὸ τῆς περὶ τὴν βουλὴν ἀτιμίας μέσον 10 μὲν αὑτοῦ τε καὶ τῆς ἐκείνων προσρήσεως στάδιον Ι R II 490 ποιησάμενος, οὐχ ὑπομείνας δὲ ταὐτὸ ποιῆσαι πολλοῖς ὑπάρχοις γενναίοις, οἳ τὴν βουλὴν ὁπότε ἐν τούτῳ θεάσαιντο, μάλα ὀξέως ἐπὶ τὰς χεῖρας τῶν χαμαὶ στησόντων σφᾶς ἐπήδων, καὶ κατεῖχεν αὐτοὺς ἄνω τῶν πάντων οὐδέν, οὐκ ὄμβρος, οὐ χιών, οὐ πηλός, οὐ βροντῶν κτύπος, οὐκ ἀστραπῶν σέλας, οὐ τὸ μέγι- στον, σκιαὶ ποδῶν ἀντὶ ποδῶν κατερρυηκότων ποδάγρᾳ.