σὺ δὲ ἐβούλου βελτίω ταύτης ζητεῖν ἀπολογίαν τὸν κάπηλον; ποίαν; πόθεν φανουμένην; ὁ μὲν οὖν διὰ τῆς μόνης οὔσης ἀπολογίας ἤρχετο, σὺ δὲ ἀντὶ τοῦ μισεῖν τοὺς εἶναι κακοὺς ἑλομένους τὸν οὐκ ἔχοντα περὶ αὐτῶν εἰπεῖν τι καλὸν ᾤου δεῖν οὐκ εἶναι. σώζεται μὲν γὰρ τῇ τῶν θεῶν εὐνοίᾳ, τὸ δὲ πλῆθος τῶν χειρῶν οὐ τοῦτο ἐβούλετο. 37. Δεινὸν γάρ μοι, φησίν, ἐδόκει πόλιν ὅλην ἀκούειν ὑπὸ καπήλου κακῶς. ἀλλ’ | 11 Οd. γ 310 14 Od. ἁ 29 sq. Aesch. Eum. 739 sq. 797 sq. 1 τεθνεῶτος Ρ sed ἑ (1) in ras m2 5 τὸν Β Mor om reliqui libri Re cf. p. a 395,20 τῷ κυβερνήτῃ 6 ἰσχὺν om B 10 συγχέασαν C | προσθείη C Mor 12 ἔπαθεν inser Va2 | γρ. Ἀγαμέμνων in marg Mor 13 εἴπῃ Μor 15 δὺ Re εὖ libri (om in lac 2 litt Β) Mor | δὲ om in lac 1 litt Β δ’ Re | βούλου Mor 17 οὐδὲ Mor 18 τοὺς om Mor 19 αὑτῶν Β Ι τί Ι εἴπερ ἀληθῆ ταῦτ’ ἦν, μᾶλλον ἔδει δεινὸν δοκεῖν R II 488 τὸ πόλιν ὅλην πλημμελεῖν ἢ τὸ μέμφεσθαί τινα πόλει. μείζων γὰρ ἡ βλάβη τῷ ποιεῖν ἃ μὴ δεῖ, ἢ τὸν τοῦτο λέγοντα εἶναι. ἔτι τοίνυν οὐδ’ ἁπάσης ἔλεγεν εἶναι τὴν αἰτίαν, ὅς γε οὐ περὶ πάντων, τῶν δ’ ὄντων ἐν τῷ θεάτρῳ. πολὺ γὰρ πλέον ἦν τοῦ παρόντος τὸ ἀπόν, καὶ πολλοστὸν μέρος τοῦ τὸ θέατρον οὐχ ὁρῶντος τὸ χωροῦν ἐπ’ αὐτό, ὥστε ἐλθών τις ἄλλοθεν πρῶτον ὁρῶν τὴν πόλιν καὶ τὸ συγκαθήμενον κατὰ θέαν τῶν ἐπὶ τῆς σκηνῆς οὐκ εἰκότως εἶπεν ἂν εἰς πολυάνθρω- πον ἥκειν ἄστυ. οὕτως εἰ καὶ κατὰ πάντων εἴρητο τῶν ἐν τῷ θεάτρῳ τὸ ῥῆμα, οὐ κατὰ πάσης εἴρητο τῆς πόλεως.