Ὀρέστης ὁ τὴν μητέρα ἀπεκτονὼς πῶς ἂν ἀπελογήσατο κάλλιον ἢ κατηγορῶν Κλυταιμνή- στρας ὡς συγχέασα τὰ δίκαια τῶν γάμων προθείη μὲν ἀνδρὸς τοιούτου μειράκιον ἀσελγές, προσθείη δὲ χείᾳ φόνον, ὥσπερ δίκην ὀφείλοντος ὧν ἔπαθεν Ἀγα- μέμνονος; καίτοι τίς ἂν εἴποι μεῖζον περὶ τῆς ἀπο- λογίς ἐκείνης ἢ ὅτι καὶ θεοῖς εὖ ἔχειν ἔδοξε δικασταῖς;