εἶτα τοσαύτῃ λῃστείᾳ καὶ κακοῖς ὑπηρεσίαν ὄνομα μετέθεντο ὡς ταύτῃ τοῖς βλαπτο- μένοις Ι ἀφαιρήσοντές τι τῆς βλάβης, ὥσπερ ἂν εἴ R II 480 τις τὴν μοιχείαν φιλίαν προσαγορεύοι. καὶ περὶ τού- τῶν τῶν λημμάτων πυνθανόμενοι τῶν μαγείρων οὐ καταδύονται. ἃ κερδαίνειν εἰ βουλόμενον ἰδιώτην γραψάμενός τις ἐπέδειξεν, οἵας ἂν ὁ δικάζων ἀφῆκε φωνὰς τυραννίδα τὸ πρᾶγμα καλῶν. ἀλλ’ ὅμως ὧν τιμωρίαν ἐλάμβανον ἄν, ταῦτα τολμῶντες ἀδικεῖν σω- φρονίζειν ἑτέρους φασί. 26. Τί οὖν ἐκ πάντων μοι τῶν εἰρημένων, ὦ βασιλεῦ, δείκνυται; ὅτι χρῆν τουτονὶ τὸν γενναῖον, τὸν πολλάκις δὴ τεθεαμένον τὸν Θύμβριν καὶ τῶν ἐν ώμῃ Ι πιόντα πηγῶν μὴ πρότερον ἅψασθαι τῶν R II 481 μέτρων, πρὶν ἤ ῥύσασθαι τῆς καταδρομῆς τοὺς καπή- 1 cf. p. 219, 10. t. II 387, 13; 403,12 3 τὃν C sed τ in ras 1 litt | ἐτέχθη Mor 4 τό Re | τὴν om Ι 5 ἀγορέων C Mor qui ἀγοραίων coni 6 μετὰ om V | ποιεῖν C 7 λῃστεία ΙΒ 8 ὑπηρεσίαν scripsi ὑπηρέσια libri ὑπηρεσίας edd Ι μεταθέντας Mor ἔθεντο Cobet Coll. 136 Coll. t. II p. 503, 11 R at cf. Dem. cor. p. 320,13. Plat. Crat. p. a 384 D Ι ταύτῃ γε Β τούτῳ Mor 9 ἀφαιρήσον(??) V ἀφαιρήσονταί Ι 10 προσαγορεύει Mor 12 βουλόμενον εἰ Mor 13 γραψόμενός Ι 15 ἐλάμβανεν C 16 ἑτέρας Mor 19 τεθαμμένον Mor qui τεθαμένον coni, quod Koenius Greg. Cor. p. 223 ed. Lips. correxit λους. οὓς ἔδει καλέσαντα μανθάνειν ὀδυρομένων τὰς εἰσβολὰς οὐκ ἐπὶ τὰς ἀμπέλους, τὸ τῶν Λακεδαιμονίων, ἀλλ’ ἐπ’ αὐτὸν τὸν οἶνον καὶ τοὺς πίθους. νῦν δ’, ὃ μὲν ἦν δίκαιον, τὸ παῦσαι τὰς βλάβας, ἔπειτα εὐθύνειν τοὺς καπήλους, εἴασεν, ἀφεὶς δὲ τὸ πρότερον ἧκεν ἐπὶ τὸ δεύτερον.