ὃ δὴ καὶ νῦν συμβέβηκεν. ἕως μὲν γὰρ ἑώρων Ι Φλωρέν- R II 464 C = Codex Chisianus Α = Monacensis gr. 483 (Augustanus) Ρ = Palatinus gr. 282 Ι = Marcianus append. XCI 2 Β = Barberinus II 41 Va = Vaticanus gr. 81 V = Vindobonensis phil. gr. XCIII 1 μῆ α ante κάτα A, τοῦ αὐτοῦ V μὴ post φλωρεντίου sed νθ΄ in marg in ras m2, λβ Va, λόγος τριακοστός η ος V rubr sed θ supra η scr m2 λόγος λδ΄ in marg I3, μζ Β rubr 2 κακὸν Mor 5 γὰρ inser Ι2 6 τὴν (2) om Ι 7 ἔδοξαν V 8 γεγενημένων Ι 11 ὁ inserui e V om reliqui libri edd Ι οὐκ ἔτι Α τίον τουτονὶ πρὸς τοὺς ἀρχομένους ἥμερον, βέλτιστόν τε ἡγούμην καὶ ἐπαίνων ἄξιον· ἐπεὶ δὲ εἶδον χαλεπόν τε καὶ ἀνήμερον καὶ τῶν ἐπὶ τούτοις μέγα φρονούν- των οὐδὲν διαφέροντα, καλῶς ἔχειν ἡγησάμην τὸν εἰ φανεῖται φιλάνθρωπος ἐρυθριῶντα φεύγειν. 3. Ἄκουσον δέ, ὦ βασιλεῦ, πῶς ἅπαν τοῦτο ἔσχεν. Ἡκον ἐκ Κιλικίας φθάσαντες τοῦτον οἱ σύνδικοι. προσελθὼν οὖν αὐτοῖς ἠρόμην, εἰ μέμνηται τῶν περὶ Ὀδυσσέως εἰρημένων Ὁμήρῳ καὶ ὅστις ἦν πρὸς τοὺς Ἰθακησίους. καὶ λίαν ἔφασαν καὶ οὔτε δεῖν ἡδέως οὔτε πλήττειν. ἥσθην ἐγὼ ταῦτα ἀκούσας καὶ εἷναι τοιοῦτον αὐτὸν διὰ τέλους εὐξάμην, ἀδύνατα ζητῶν, ὡς μετὰ ταῦτα ἔγνων. εὐθὺς μὲν γὰρ ἕνα τῶν πολι- τευομένων τῆς ἡμετέρας οἰκίας λύοντα τὰς ἐπενεχθείσας αἰτίας δεσμώτην ἐποίησεν ἐγγυητῶν οὐκ ἀποροῦντα, οἱ ὅταν ὦσι, δεσμὸς οὐκ ἔστιν ἐπὶ μικραῖς αἰτίαις, οἷαι ἦσαν αἱ τότε. δεομένου δέ μου λῦσαι μόλις μέν, ἔφη δὲ λύσειν. εἰπὼν δὲ εἴα δεδέσθαι, ὥσθ’ ἑτέρας ἐκείνῳ δεῆσαι βοηθείας.