τὸ δὲ ἐν μείζονι τῇ τῆς δόσεως ἀνάγκῃ ὁ πευθὴν καὶ τὰ τούτου καὶ ὦτα καὶ ὄμματα. καὶ τῷ λίαν ἀναμαρτήτῳ πάντα ἡμάρτηται R II 471 τούτου βουλομένου. Ι κἂν ᾖ μέτριος, ὑβριστής ἐστι. λῦσαι δὲ τὰς αἰτίας κἂν ᾖ ῥᾴδιον, εἰπεῖν οὐκ ἔστιν. οἱ δ’ ἐν Συβαριτικῇ μὲν τραπέζῃ δέχεσθαι τοὺς τηδείους ἐθέλοντες, ἀναλίσκειν δὲ οὐ βουλόμενοι τοῖς τῶν ἄλλων κακοῖς ἑστιάτορές εἰσιν. εἶθ’ οἱ μὲν ἀρι- στῶσιν, οἱ δὲ ἐπανέρχονται οἴκαδε ταῖς γυναιξὶ τὰς μαχαίρας φέροντες καὶ τὸν περὶ τοῦ φόβου τοῦ πάντα βιαζομένου λόγον.